εἰ γὰρ ἔστιν ὅτε τινὶ συμβὰν οὕτω καὶ περιτύχοιμι, ἢ ἑτέραν ἐτραπό- μὴν εὐθὺς ἢ ἑτέρωσέ ποι τοὺς ὀφθαλμοὺς ἔτρεπον· εἰ δὲ καὶ τῆς θέας ἀνασχοίμην ποτέ, βαβαί, ἡλίκον ἑώρων. γαῦρον καὶ σοβαρὸν ἀτενίζοντά τινα τὰς ὀφρῦς ἀνεσπακότα, χρυσοπάστους περικείμενον ἐσθῆτας, ζώ- νην καὶ τὸν τῆς Ἀφροδίτης πολλῷ τῷ μέσῳ κεστὸν ὑπερβάλλουσαν, χρυσῷ περιρρεόμενον πάντοθεν ὡς μηδ’ ἀτενίζειν ἐξεῖναι τούτοις ἀσκαρδαμυκτὶ περιουσίᾳ στιλπνότητος, ὅν τρόπον οὐδ’ ἡλίῳ τὰς ὄψεις ἀν- έδην ἐπιβάλλειν ἰσχύομεν. τῷδ’ ἐκ ψυχῆς ἀπηχθανόμην ὁμῶς Ἀίδαο πύλῃσι. τί γὰρ ἴδει τοσαύτης πολυ- τελείας ἐξὸν εὐώνοις περιβλήμασι τὴν χρείαν ὰπο- πληροῦν; Boiss. p. 169 13. Ἀλλ’ οὕτω μὲν αὐτὸς βιούς, οὕτω δ’ ἀποστόρ- γως ἔχων τῶν παρὰ πολὺ τοῖς ἐμοῖς τρόποις μὴ συμ- βαινόντων εἰς ἓν ἀγείρας τὸν πολυτάλαντον ἐκεῖνον χρυσὸν μηδενὸς ὁρῶντος, μηδενὸς συγγινώσκοντος κατα- πιστεύω τῇ γῇ ἄτε τὴν τῶν κιβωτίων οὐκ ἀποχρῶσαν ἡγησάμενος φυλακήν, προσέτι καὶ τῇ τῶν γειτόνων 1 cf. p. 256, 18 7 cf. t. VI 656, 4 9 Luc. Icarom. 29 10 II. ’ξ 214 sq. 11 cf. p. 693,11 12 sq. Luc. Icarom. 14 15 II ἴ’ 312; Od. ’ξ 156 15 σημείωσαι Ὁμηρικόν P2 9 χρησοπάστους Ρ corr Boiss 12 τούτοις] πρὸς αὐτὸν 13 στυλπνότητος Ρ corr Boiss 15 τι Ρ corr Boiss 19 παραπολὺ Ρ Boiss διδασκάλῳ χρώμενος συμφορᾷ, οἷς οὐ πρὸ πολλοῦ φῶρες ἐπιόντες νυκτὸς κιβωτίοις αὐτοῖς ἅπαντα τὸν ὄλβον ὑφείλοντο εὐπόρους μὲν ἐξ ἀπόρων ἑαυτοὺς ἀποφήναντες, ἐκείνους δὲ πενίας εἰς ἔσχατον περιστή- σαντες. τοῦτο δὴ δεδιὼς ἐν μυχῷ γῆς κατορύττω τὰ χρήματα συγκατορύξας ἐμαυτὸν τρόπον ἕτερον. οὔ- τε γὰρ εἰς ἀγορὰν ἐμβάλλων οὔτε οἴκοι καθήμενος, οὐ τροφὴν προσφερόμενος τὸν νοῦν ἀφίστων αὐτῶν. ὠνει- ροπόλουν νύκτωρ αὐτά. συνεχῶς ἐφιστάμην τῷ τόπῳ, περιήθρουν, περιεσκόπουν μή πού τι καὶ συνηνέχθη τῶν ἀβουλήτων. ἀλλὰ γάρ, οἴμοι τῶν ἐπεισφρη- σάντων δεινῶν, πῶς εἴπω; πῶς διεξέλθω; ἐπέχεταί μοι τὸ φθέγμα καὶ προπηδᾷ τοῦ λόγου τὸ δάκρυον, ἴωθεν ἀναστὰς κἀν τῷ τόπῳ γενόμενος εἰωθὸς ὄν, βαβαί, πῶς οὐχ ἡ ψυχή μοι τοῦ τῶν ὀδόντων ἕρκους ἀφίπταται; τὸν μὲν βόθυνον ἀνορωρυγμένον ὁρῶ, τὰ χρήματα δὲ οὐδαμοῦ. ὧς δὲ εἶδον, ὡς κατενόησα, ὥσπερ ἤχῳ βροντῆς παταχθεὶς ἐννεὸς ἐγεγόνειν. τὴν τῆς Γοργόνος εἶπεν ἄν τις ἰδὼν οὕτω μεταστοιχειῶσαί με τὴν κεφα- Λήν. ὡς δὲ μόλις ἀνενεγκὼν ᾐσθόμην οἶ κακοῦ γέγονα, οἰμωγὰς προσετίθουν ταῖς οἰμωγαῖς, ἀφειδῶς τῶν τῆς Boiss. p. 170 κεφαλῆς καὶ πώγωνος ἐδραττόμην τριχῶν. ὢ Ι πόσα τοῦ βαράθρου κατέπασα δάκρυα, πόσοις στεναγ- μοῖς ἐχρησάμην. ἔπεισί μοι θαυμάζειν ὅπως οὐκ ἀφῆκα 7 cf. ad t. V 514, 16 20 Luc. Tox. 17 18 ἤγουν ἐμβρόντητος in marg P2 1 προπολλοῦ Ρ corr Boiss 2 αὐτοῖς scripsi αὐτῶν Ρ Boiss qui αὐτοῖς αὐτῶν coni 11 ἐπισφρησάντων Ρ corr Boiss 18 ἐνεὸς Boiss 20 οὗ? 23 βόθρου? καὶ τὴν ψυχήν. οὐ γὰρ ἀδάμαντος εἶχον φύσιν οὔτε μὴν σιδήρου τὴν ψυχὴν ἀπεσφυρηλάτημαι ἀπαθῶς ἐνέγκαι τοσαύτην, ὦ Γῆ καὶ Ἥλιε, συμφοράν. 17. Τις ὁ ταῦτά με δράσας; τίνι τὸ συμβὰν ἐπι- γράψομαι; εἴθε ποῦ γῆς ἐστιν ὁ κάκιστ’ ἀπολούμενος ἐπυθόμην καὶ πυθόμενος κατέσχον καὶ κατασχὼν κυνὸς δίκην τοῖς ὀδοῦσιν ἐσπάραξα καὶ σπαράξας πρὸς βίαν ἀπορρῆξαι τὴν ψυχὴν παρεσκεύασα. τάχ’ ἂν οὕτω, κἂν ᾖ τῆς ἀξίας ἐλάττων, δίκην ἀπέτισε. ποῦ μοι τὸ Πυθικὸν χρηστήριον νῦν, ὡς τοῦ προκειμένου πέρι σαφῶς χρησμῳδήσειεν; ἀλλ’ ἴσως κἀκεῖνο λαβυρινθώ- δεις ἀνήσει καὶ λοξοὺς τοὺς χρησμούς, ᾗπερ ἔθος αὐτῷ. μάντεις μετακαλέσομαι, ἔνα τἀληθὲς πυθοίμην αὐτῶν; ἀλλ’, οἴμοι, κἀκεῖνοί με πρίν τι καὶ λέξαι μι- σθοὺς εἰσπράξονται. ἐγὼ δὲ πόθεν αὐτοὺς καταθήσο- ’μαι; ἐκ τῶν περιλειφθέντων χρημάτων; ἀλλ’ ἀπολώ- λασιν ἅπαντα.