LI. οἴμοι τοῦ πάθους, οἴμοι τῆς συμφορᾶς. Boiss. p. 165 πῶς ὑποίσω, πῶς οὐ καὶ τὴν ψυχὴν ἀπερεύξομαι; πέ- νης ἐκ πλουσίου γεγένημαι, ὁ πρὶν περιβεβλημένος ἐσμὸν χρημάτων οὐχὶ βραχὺν ἁπάντων ἄρτι γυμνὸς οὐδὲ γοῦν στατῆρός μοι περιλειφθέντος ἑνός. τὸν πάντα δ’ ὄλβον, ὅς μοι χρόνῳ καὶ κόπῳ καλῶς συν- ελθόντοιν συνείλεκτο, ἦμαρ ἔν μ’ ἀφείλετο.