LI. οἴμοι τοῦ πάθους, οἴμοι τῆς συμφορᾶς. Boiss. p. 165 πῶς ὑποίσω, πῶς οὐ καὶ τὴν ψυχὴν ἀπερεύξομαι; πέ- νης ἐκ πλουσίου γεγένημαι, ὁ πρὶν περιβεβλημένος ἐσμὸν χρημάτων οὐχὶ βραχὺν ἁπάντων ἄρτι γυμνὸς οὐδὲ γοῦν στατῆρός μοι περιλειφθέντος ἑνός. τὸν πάντα δ’ ὄλβον, ὅς μοι χρόνῳ καὶ κόπῳ καλῶς συν- ελθόντοιν συνείλεκτο, ἦμαρ ἔν μ’ ἀφείλετο. ὢ πό- σαι με νύκτες οὐδ’ ἄκροις ὀφθαλμοῖς τοῦ ὕπνου παρα- γευόμενον ἔγνωσαν. ὢ πόσους ἑκάστης ἡμέρας ἀνέτλην πόνους. πόσοις κρυμοῖς διερρωγόσι προσεπάλαισα ῥά- κεσι. προσμαρτυρεῖ μου τῷ λόγῳ καὶ τρίβων οὑτοσὶ ὃν περίκειμαι. ὢ πόσας ἡμέρας ἀπόσιτος διαγέγονα. εἰ δ’ ἔστιν ὅτε μοι καὶ τροφῆς ἐδέησε μετασχεῖν, ἄρτος ἦν αὕτη καὶ οὗτος μέλας τε ἀκριβῶς καὶ κατε- Ρ = Codex Parisinus gr. 2720 1 Sever. ethop. Rhet. gr. I 543, 3 ed. Walz. 5 sq. Eur. Hec. 285 9 Luc. Icarom. 27 4 ἐσμὸν Ρ sed ἐσμὸς in marg m 2 5 τὸν — 730, 3 ἄφθο- νον ad versus comoediae Atticae revocavit Kockius Herm. XXI 399 et Fr. Com. Att. III 667, 1507 τὸν πάντα δ’ ὄλβον, ὃς χρό- νῳ μοι καὶ κόπῳ | καλῶς συνείλεκτ᾿, ἦμαρ ἔν μ’ ἀφείλετο. | ὅσαι γὰρ οὐδ’ ἄκροισιν ὀφθαλμοῖς ὕπνου Ι παραγευόμενόν με νύκτες ἔγνωσαν, παπαῖ· | ὅσους θ’ ἑκάστης ἡμέρας ἀνέτλην πόνους, | προσμαρτυρεῖ μου τοῖς λόγοις ὁ τρίβων ὁδί. | ὅσας δ’ ἀπόσιτος ἡμέρας διήγαγον· | εἰ δέ ποτε καὶ τροφῆς δεοίμην, ἄρτος ἦν | μέλας τ’ ἀκριβῶς καὶ κατεσκληκώς, λίθων | οὐδὲν διαφέρων, καὶ ποτόν γ’ ἦν σύμμετρον | ὕδωρ, ὅ μοι τὸ φρέαρ ἀνίησ’ ἄφθονον. σκληκώς, οὐ τῶν λίθων οὐδὲν ἢ βραχὺ διενηνοχώς. πόμα δὲ ἀλλὰ καὶ τοῦτο ὕδωρ, ὅ μοι τὸ φρέαρ ἀνί- ησιν ἄφθονον. ᾧπερ ἥδιον ἐχρώμην αὐτὸς ἢ τοῖς εὐ- ώδεσι καὶ καλλίστοις τῶν οἴνων ἕτεροι. ἰχθύων δὲ ἢ κρεωδαισίας τοσοῦτον ἀπεῖχον ὥστ’, εἴ ποτέ μοι καταδαρθάνοντι τὸ φανταστικόν, οἶα συμβαίνειν εἴωθε, Boiss. p. 166 | φλεγμαίνουσαν τοιούτοις ἐδέσμασιν σατο τράπεζαν, ἡμιθνὴς ἦν τῇ λύπῃ καί τι τῶν ἀθε- μίτων ᾠόμην δρᾶν, ἕως διυπνισθεὶς ὑπόπλεως ταραχῆς ὅπερ ἦν κατ’ ἐμάνθανον. οὕτως ἥδοντος κατεξανιστάμην παντός, οὕτ’ ὢ πρὸς τὴν φύσιν ἀπεμαχόμην καὶ ταύτῃ τῆς νίκης ὑπεξανιστάμην ὡς ἥκιστα. ἄλλους μὲν εἶχον σημπόσια, πανηγύρεις, ἐκκλησίαι, θέατρα, ὅθεν οὐδενὸς εὐπορῆσαι πάρεστιν ὀβολοῦ, μᾶλλον μὲν οὖν καὶ τῶν ὄντων ἀποβαλεῖν συχνά, ἐμὲ δὲ τὸ δωμάτιον τοῖς ἔργοις σχολάζοντα, ὅτου χάριν ταῦθ’ ὑφιστάμενον καὶ τί μηχανώμενον; ἐφ’ ᾧτέ μοι τὰ ποθεινότατα χρή- ματα ἐπιδοῦναι καὶ ἁδροτέρων ἀπολαῦσαι τῶν βαλαν- τίων.