εἴ τι προσπέ- σοι δυσχερές, τοῦτ’ ἐκ τῶν ἐλπίδων τῶν παρ’ ἐμοῦ τὴν παραμυθίαν ἐλάμβανε κἀν τοῖς διδασκαλείοις οὐκ οἶδα μᾶλλον ἑτέρους εὐδαιμονίσας ἢ μακαρισθεὶς ὐπ’ ἄλλων. ὁρῶν δὲ τὸν πατέρα τῆς οὐσίας ἐπιμελούμενον καὶ πλείω τὰ ὄντα ποιούμενον καἰ ὅπως εὖ πράττοντά μοι παραδοίη τὸν οἶκον, πάντας ὑπομένοντα πόνους καὶ οὐκ ὄντα χαλεπὸν οὐδ’ ἀκριβολογούμενον, δὶ τι φανείην ἀναλίσκων, ἔχαιρον καὶ εἰς ἱερὰ βαδίζων ἀπὸ RIV 843 τοῦ πατρὸς ἠρχόμην τῶν εὐχῶν. οὕτ’ ὢ δὲ | ἡμῖν τῶν πραγμάτων χωρούντων, εἴπω τὰ λοιπὰ μετὰ παρ- ρησίας; ἀλλ’ οὐκ ἐβουλόμην μὲν οὐδὲν δυσχερὲς περὶ οὐδενὸς λέγειν νέος τε ὢν ἔτι καὶ εἴπερ τις ἄλλος τῶν ἡλικιωτῶν εὐφημεῖν περὶ ἀπάντων, καὶ πολιτῶν καὶ μετοίκων καὶ ξένων, μεμελετηκώς, καρτερεῖν δὲ οὐκ ἔστιν ἀδικούμενον.