5. καὶ τί θαυμαστὸν εἰ αὐτὸς ἠνάγκασμαι πενθεῖν, ὅπου γε καὶ τοὺς ἐμοὶ συνήθεις ἴδοι τις ἂν ταὐτὸν ἐμοὶ ποιοῦντας; ὁ γὰρ δὴ πονηρότατος ἐγὼ περὶ τοὺς ἐμαυτοῦ τοὺς ἐκ παλαίστρας καὶ διδασκαλείων ἑταίρους ἅπαντας ἔχω συμπενθοῦντας καὶ οὐδὲν τῇ λύπῃ τοῦ κινδυνεύοντος ἐμοῦ διαφέροντας. οἶμαι δὲ καὶ ὑμῶν πολλοὺς εἰς δάκρυα πεσεῖσθαι τῶν κακῶν τῶν ἡμετέ- ρων ἀκούοντας. ἴστω οὖν τις κἀμοὶ συγγνώμη μὴ συν- εχῶς ἅπαντα δυναμένῳ λέγειν. 6. Ἔγημεν ὁ πατὴρ τὴν μητέρα τὴν ἐμήν, ὡς οὐκ 7 Her. VII 168, 3; 211, 1; VIII 29. [Andoc.] Alc. § 4 p. 29, 18 1 τε om MaClB 4 αὐτὸν Va | μὲν om Va 7 οἴσεσθαι scripsi cum Sinteni coll. 11. 11. οἴεσθαι libri Re | τοῦ om A 10 γίνεσθαί Β 11 ἡ ante νὺξ MonVa delevi cum Sin- teni 12 οὐδεὶς inser Ma3 om VaAClB | με om VaMaClB | ὀργὴν inser Ma 3 om VaAClB 15 ἐμοὺς ClB | τίς Mon ταὐτὸ AMa 16 ἐμοὶ in ras Ma3 17 ἑτέρους A 19 δια- φέροντος A 21 μὴ inser Ma2 ἔδει. γενόμενος ηὐξόμην. οὐδὲ τοῦτο ἔδει. καὶ διέφυγον πολλὰς νόσους, ὑφ’ ὧν ἔδει με τεθνάναι. ἐφιλούμην ὑπὸ τοῦ πατρός, ἠγαπώμην. πάντα ἦν ὁ παῖς ἐκείνῳ. καὶ σπουδῆς οὐδὲν ἀπῆν, ἀλλὰ παιδαγωγοί, διδάσκα- λοὶ, μισθοί, φροντίδες, εὐχαὶ πρὸς θεούς, πλῆθος θυ- σιῶν, ἔπαινοι πρὸς ἑτέρους πατέρας.