ἀποστήτω τῆς τοῦ παιδὸς ἐννοίας καὶ λεγέτω πρὸς αὑτόν· οὐ παῖδα κτενεῖς. οὔ, ἀλλ’ ἐχθρόν, δυσμενῆ, πολέμιον. εἰ μὲν γὰρ οὐ ταῦτα πέπεισται, τί πρὸς τὴν κρίσιν αὐτὸν ὠθεῖ; τί ἀποστερεῖ τὸν οἶκον παιδὸς οὐδὲν ἠδι- κηκότος; εἰ δ’ οὐδεὶς ἂν αὐτοῦ τοῦτο ἐξέλοι τῆς γνώ- μης, τῷ τρόπῳ κρινέτω τὸν υἱόν, μὴ τῷ σπέρματι. 50. Καλεῖτε δὴ τὸν πατέρα καὶ τὴν χάριν ἐπαγ- γέλλετε· παραλαμβανέτω με παρ’ ὑμῶν καθάπερ τινὰ αἰχμάλωτον. εἴτ’ ἐνταῦθα βούλοιτο σφάττειν ἐν ὀφθαλ- μοῖς τοῦ δήμου παντός, σφαττέτω· εἴτ’ ἐν τῷ βουλευ- τηρίῳ τῆς βουλῆς καθημένης, κτεινέτω· εἴτε πρὸ τοῦ δικαστηρίου, πληττέτω· εἴτ’ ἐπὶ μέσης τῆς ἀγορᾶς, παιέτω. τάχα δ’ ἂν πρέποι τῷ ἔργῳ τῆς οἰκίας ὁ ἀν- δρών, οὗ τῷ πατρὶ συσσιτῶν οὐδὲ αὐτὴν ἡδέσθην τὴν τράπεζαν. καλεσάτω μὲν τὴν συγγένειαν ἅπασαν, περι- στήσας δέ μου τῷ σώματι καὶ ἄνδρας καὶ γυναῖκας ἀνίσχοντος ἡλίου πολλὰ κατ’ ἐμοῦ διαλεχθεὶς πρὸς αὑτὸν οὕτω κατακοπτέτω.