Ὅτι, φησίν, ὀμοῦνται καὶ οὐδ’ εἰ σφόδρα βούλοιντο, χαρίσαιντ’ ἂν θατέρῳ. κωλύσει γὰρ ὁ φόβος. ἐγὼ δὲ ἀμελήσειν μὲν ὅρκων οὐκ ἂν αἰτια- σαίμην τοὺς ψηφιουμένους, οἶδα δὲ πολλοὺς πολλάκις τῶν δικαστῶν καὶ ταῦτα οὐκ ὀλίγην πεποιημένους τοῦ μὴ παρακρουσθῆναι πρόνοιαν ἠπατημένους. πῶς δὴ τοῦτο γίγνεται; παρὰ τῶν δικαζομένων ἔρχεται μαθησόμενος ὁ δικαστὴς περὶ ὧν ψηφιεῖται. οὗτοι δὲ ποτὲ μὲν ἱκανῶς ἐδίδαξαν, ποτὲ δὲ οὔ. τούτων δὲ πολλάκις οἱ μὲν δεινοὶ λόγῳ διαστρέψαι τἀληθές, οἱ δὲ οὐ δύνανται δηλῶσαι περὶ ὧν ἔχουσιν ἱκανῶς. ἐν- ταῦθ’ οὖν ὁμοῦ τε τὸ δίκαιον ἡττᾶται καὶ ὁ ὅρκος οὐ παραβαίνεται. ὁ γὰρ ἄκων ἁμαρτὼν τοῦ προσήκον- τος αἰτίας ἔξω. καὶ τούτου μάρτυς ὁ νομοθέτης ἀπομνησθείς τε ἀπάτης καὶ καταρώμενος ἀντὶ τῶν παρηγμένων τοῖς φενακίζουσιν. εἰ δὲ πανταχοῦ τὸ δί- 18 [Dem.] prooem. 46 p. 1453,13; Dem. Phil. IV p. 161,4 1 αἰ om MaClB 2 ὀφρύες VaMaB 8 οὖν ante οὐκ Α 9 ὀμοῦνται ClB 10 χαρίσαιτ’ ACl 12 καὶ ante πολ- λακὶς Α 13 πεποιημένους Ma sed η in ras m 2 et πε antep 15 γίνεται MaB 18 τἀληθῆ Α 19 ἐνταῦθα Α 20 ὁ om MaClB 21 ἄκων scripsi auctore Markowskio ἀκούων libri Re 23 τῆς lacobs App Pors 331 Lect | ἀπάτης scripsi ex Α cum lacobsio Add 10 App Pors Lect Schul et Sin- teni ἀπάσης reliqui libri Re καῖον ᾔδει νικῆσον, οὐκ ἂν ἦν ἐν τοῖς νόμοις οὔτε τὸ τῶν ἀπατώντων οὔτε τὸ τῶν ἀπατωμένων ὄνομα. ἀλλ’ εἰδὼς μὲν ὡς οὐκ ἔστιν ὅλως ἀπάτης δικαστήρια καθα- RIV 849 ρεύειν, βουλόμενος δὲ αὐτὸ | κωλύσαι τῶν ἄλλων ἐπὶ τοῦτο εὕρισκεν οὐδέν, τὴν ἀρὰν δὲ μόνην ᾤετο δεῖν ἔσεσθαι. βραχὺς δὲ ἄρα ταύτης ὁ λόγος τοῦ ἴσου καὶ τοῦ δικαίου. ἂν οὗν οἶ μὲν τὰ τῶν δεῖτ’ νῶν καὶ σοφιστῶν ποιῶσιν, ἐγὼ δὲ ἐκπεπληγμένος ἐστή- κω καὶ σκοτοδινιῶ καὶ τὰ μὲν <μηδ᾿> εὑρίσκω, τῶν ἐπιλανθάνωμαι, μικρὸν δὲ φαίνωμαι τῶν ἀνδριάντων διαφέρειν, τοῦτ’ ἤδη κατηγορία τῶν δικαστῶν; τί γάρ; ἢν ἐκεῖνοι μὲν ἐρωτῶσι· τί πρὸς ταῦτα φῄς, ὦ παῖ; πῶς συκοφαντεῖσθαι λέγεις; ἐμοὶ δὲ τὸ πρόσωπον τοῦ πατρὸς ἀποστρέφῃ τὴν γλῶτταν, ἡ τοῦ φεύγοντος αἰδὼς κακία ἂν εἴη τοῦ δικαστοῦ; ποία; μὴ τοίνυν με τῶν δικασόντων νομιζέτω τις κατηγορεῖν, ὅταν ἀπεγνω- κέναι λέγω τὴν ἀφιεῖσαν ψῆφον. οὐ γὰρ ἐκείνους ὑφ- ορώμενος, ἐμαυτὸν δὲ καταμεμφόμενος ταῦτα εἰκάζειν ἔχω.