ἔπειτα πόσην εἰκὸς ἔσεσθαι βοήν, πόσον δὲ θόρυβον ἐν τι δικαστηρίῳ καὶ τῶν καθημένων καὶ τῶν περιεστηκό- των; ἐξελήλεγκται τἀδίκημα, δέδεικται τὸ σκευ- ώρημα. τοῦ τοιαῦτα λέγοντός ἐστι τὸ κἀκεῖνο τετολμηκέναι καὶ τῆς αὐτῆς ψυχῆς καὶ τὰ ῥή- ματα καὶ τὰ ἔργα. εἰ γὰρ ἐν μέσῳ ταῦτα, τί λάθρα; οὐ βαλεῖ τις, οὐκ ἀποκτενεῖ τὸν φονέα τοῦ πατρός; εἰ οὖν ἥ τε σιωπὴ τῆς αἰτίας ὁμολογία σαφὴς καὶ ἡ φωνὴ ταὐτὸν ἂν ποιοίη, τίς ὄνησις τῷ φεύγοντι τοῦ δικαστηρίου; ἀλλὰ θῶμεν βούλεσθαι πᾶσαν ἄδειαν ἅπαντος ἔσεσθαί μοι λόγου καὶ μηδένα ἐπιστομίσειν μήτε διακωλύσειν μηδ’ ἐπὶ μηδενὶ τῶν λεγομένων δυσχερανεῖν, ἀλλ’ ἄπειρος ὤν, ὦ πολῖται, δικαστηρίων καὶ νέος καὶ ἡλίκον ὁρᾶτε καὶ μόνος πῶς οἴσω γῆρας πατρὸς καὶ προσηγορίαν καὶ ἐμπειρίαν πραγμάτων καὶ πλῆθος ῥητόρων καὶ οἶς λυσιτελεῖ τὸ ἐμὲ τεθνάναι;