εἰ μὲν οὖν ἐκείνους ἀποχρήσειν ἡγούμην, οὐκ ἂν ὑμῖν ἠνώχλουν οὐδ’ ἂν φορτίον μεῖζον ἢ κατ’ ἐμαυτὸν ἀνῃρούμην δήμῳ διαλεγόμενος· ἐπεὶ δὲ ἐλάττους εἰσὶ τοῦ πράγ- ματος, ὑμᾶς ὁ καιρὸς ζητεῖ τοὺς τῶν ὅλων κυρίους, ὑφ’ ὧν εὔξαιτο ἄν τις αἰτηθῆναι χάριν. 20. Γραφὴν οὖν, φησίν, ἀπενεχθεῖσαν δια- γράψεις; οὐκ ἐγώ. πόθεν; οὐδ’ αὖ ὁ δῆμος. ἀλλ’ 22 cf. t. III 161, 21 23 cf. p. 724,9 6 μὲν] με Va 9 ἱκετεύω Va 10 πείθω VaMa sed in hoc in πειθώ corr m 2, ClB | πολύ om Α 11 δεηθέντα Α 15 τοῦτο MonVaA Re 16 δακρῦσαι MonA fortasse recte at cf. ad t. II 355, 17 17 αὐτὸν Mon ὅσπερ ἀπήνεγκεν, εἰ πείθοιτο τῷ δήμῳ. πείσεται δὲ παρ’ οὗπερ οὐκ ὀλιγάκις τετίμηται. τίς οὖν αὕτη τοῦ πατρὸς ἀτιμία, εἰ ἄκοντος μὲν οὐδεὶς λύσει τἀκείνου, τὰ αὑτοῦ δὲ αὐτὸς ἑκών; οὐδὲ γὰρ χαίρειν εἰπόντες ἐκείνῳ τὸν ἄρχοντα καλέσαντες μὴ ἐξέστω δὲ τῷ πατρὶ τὸν παῖδα διώκειν ἐροῦσιν, ἀλλ’ αὐτὸν τὸν πατέρα καλέσαντες τοιαῦτα πρὸς ἐκεῖνον ἐροῦσιν· ὦ φίλτατε, ἐπειδὴ μόνος οἴει πατέρων ὑπὸ τοῦ παιδὸς μεμισῆσθαι καὶ τὸ μῖσος εἰς βουλὴν φό- νου προβεβηκέναι καὶ τοῦτο ἐδυνήθης πεισθῆ- ’ναι, λάμβανε μὲν τὴν δίκην, οὐ παραιτούμεθα, λάμβανε δὲ κατὰ τὸν νόμον, ὃς ποιεῖ σε κύριον τοῦ ’κείνου σώματος. ταῦτα γάρ, ταῦτα ὁ παῖς ἱκετεύει πραγμάτων σε πολλῶν ἀπαλλάττων καὶ τούτων τῶν λογογράφων.