χωρὶς δὲ τούτων οὐκ ἐπιτάττω τῷ πατρὶ τήμερον οὐδὲ ἐφεστη- κὼς λέγω· τοῦτο μὲν οὐδ’ εἰ βούλει, ποιήσεις, ἐκεῖνο δέ, κἂν εἰ μὴ βούλοιο, καὶ κρῖναι μὲν οὐκ ἐπιτρέψω, κτεῖναι δὲ ἐπαναγκάσω, ἀλλ’ ἐφ’ ὑμᾶς ἥκω τὸν δῆμον τὸν φιλάνθρωπον, τὸν κοινὸν πατέρα τῶν νέων. καὶ τὸ μὲν ἐμόν ἐστιν ἱκετεία, τὸ δὲ παρ’ ὑμῶν ἐσόμενον πειθώ. διαφέρει δὲ πολὺ πεισθέντα δοῦναι χάριν ἢ μὴ βουλόμενον βιασθῆναι. καὶ τὸ μέν ἐστι δημοκρατίᾳ πρέπον, τὸ δὲ εἰς τυράν- νους ἔρχεται. οὐδὲ γάρ, εἰ τῶν συγγενῶν τινας τῷ RIV 845 πατρὶ προσέπεμπον ὑπὲρ τούτων διαλεξομένους, | ἀνάγκη τοῦτ’ ἂν ἦν. ὅπου γὰρ ἦν ἅψασθαι γενείου καὶ γονάτων καὶ δακρύσαι καὶ εἰπεῖν· εἶξον, ἐλέησον, αὐτὸς ἀπόκτεινον, πρὸς θεῶν, πρὸς ἑστίας, τίς ἐνταῦθα χώρα τῷ τῆς ἀνάγκης ὀνόματι;