εἴθε καὶ τῶν ἀκοῶν ἡ δύναμις συναφῄρητο καὶ πεπηρώμην τὸ συναμφότε- ρον. οὕτω γὰρ ἂν ὁμοῦ μὲν ἀθέατος, ὁμοῦ δὲ πάλιν ἀνήκοος ἤμην τοῦ πάθους. νῦν δὲ κερδάνας τὴν θέαν ταῖς ἀκοαῖς ἔγνων τὴν συμφοράν. ποίαν γὰρ ἡμῖν, ὦ Ἥλιε, δραματουργίαν | ἀπήγγειλαν; ποίας μιαι- RIV 767 φονίας ἐπίδειξιν; ὁ μὲν δυστυχέστατος ἐκεῖνος πατὴρ ἐφ’ οὗ καθεύδων ἐτύγχανε σχήματος, ἐπὶ τού- του καὶ νεκρὸς ἔκειτο πληγῇ μὲν ἀπανθρώπῳ ἀνῃρη- μένος, οἰκείῳ δὲ πανταχόθεν αἵματι καὶ λύθρῳ περιρ- ρεόμενος. ἡ δὲ παντὸς θηρίου μιαρωτέρα τὸν φόνον ἐργασαμένη πλησίον τοῦ πτώματος ἀνεπαύετο. καὶ ξί- φος ἐκεῖνο τὸ δυστυχὲς φρικωδεστέραν ἐποίει τὴν θέαν, ὅτι μὲν τοῦ παιδὸς ἦν, γνωριζόμενον, ὅτι δὲ τούτῳ τὸ δρᾶμα τετόλμητο, φοβερωτέραν ἀποφαῖνον τὴν συμφοράν.