εἰ δὲ μὴ τοῦτον ἐπράχθη τὸν τρόπον ὁ φόνος, πῶς μὲν οὐκ ᾔσθου τῆς ἀναιρέσεως; πῶς δέ RIV 764 σέ τις ἔλαθε διαχρώμενος; | πῶς τὴν πληγὴν ἐπι- φέρων καὶ τοσοῦτον ἔργον διαπραττόμενος; σὺ δὲ τὴν καιρίαν ἐκείνου λαβόντος καὶ φωνὴν ἀφιέντος οἵαν εἰκὸς ἀφιέναι τοὺς οὕτως ἀναιρουμένους οὐκ ἔγνως τὸν φόνον; οὐχ αἵματος αἴσθησις παραχρῆμα διήγειρεν ὁμοῦ μὲν τὴν κοίτην ἅπασαν ἐμπλήσαντος, ὁμοῦ δὲ σοῦ τῷ σώματι πλησιάζοντος; οὐ τὰ τελευταῖα, ταραχὴ καὶ θόρυβος καὶ πᾶς μὲν ὁ οἶκος κεκινημένος, πολὺς δὲ θρῆνος ἀναβοώμενος; ἀλλ’ ἐγὼ μὲν πόρρω που τοῦ πατρὸς ἐν ἑτέροις οἴκοις ἀναπαυόμενος ᾐσθόμην εὐθέως καὶ διεγερθεὶς εἱστήκειν ἐπὶ τῶν εἰσόδων τῆς οἰκίας ἢν κατοικεῖν με συνέβαινεν ἐκπλήξει μὲν καὶ φόβῳ κατειλημμένος, περαιτέρω δὲ προελθεῖν μὴ δυ- νάμενος, σὲ δὲ πλησίον τοῦ σώματος καθεύδουσαν οὐκ 4 [Quintil.] decl. II § 8 p. 27, 1 14 cf. t. II 139, 6 1 δὲ om Η 2 τὸν om Vi 3 κατενόησα HV Ι ὃν HV Ma sed in hoc in ὦ corr m 2, ClAth Ι εὐτυχέστατον Vi sed δυσ- τυχέστατον in marg m 2 6 τὸν τρόπον ὁ φόνος ἐπράχθη Β Va 8 σέ inserui e Par ut coni Re om reliqui libri edd | τίς Μ | ἐλάνθανε MaCl 9 δὲ om VMaCl 11 τοῖς Vi Ι ἀνηρημένους HVM ἀνῃρημένοις Vi 12 „fort. αἵματός σε“ Re διήγειρεν om Vi 13 ἅπασαν τὴν κοίτην HV Re 14 σοῦ omVi ἅπασαν HV | τὸ σῶμα Vi | τατελευταῖα Ath 15 ὁ in- serui ex HVViMaClAth om BVaM edd 16 που om HClB inser Ma3 et in marg Vi2 18 τὴν εἴσοδον Vi sed τῶν εἰσ- όδων in marg m2 ἂν τὸ πένθος διήγειρε; καὶ οἱ μὲν ἐκ γειτόνων οἰ- κοῦντες αἰσθόμενοι τοῦ συμβεβηκότος ἀπήντησαν καὶ καθεύδοντες διηγέρθησαν, αὕτη δὲ μόνη καίτοι τῷ κειμένῳ παρακαθεύδουσα τοῦ πτώματος οὐδὲν ἄρα διενηνόχει; ποῖος μὲν ὕπνος, ποῖον δὲ φάρμακον ἀν- αισθησίας τοσοῦτον πάλιν κατεδυνάστευσεν;