ἡδέως δ’ ἂν αὐτὴν κἀκεῖνο μεθ’ ὑμῶν ἐρωτήσαιμι, πότερόν ποτε τοῦτο τὸ δηλητήριον οὕτως ἦν πρόδηλον ὧς εἶναι καταφανὲς ἢ τοὺς ἄλλους ἅπαντας ἐλάνθανεν; εἰ μὲν γὰρ πρόδηλον, πρῶτον μὲν μανία δήπουθεν ἄντικρυς ἐπιβουλεύειν μὲν τῶν ἀνηκέστων λάθρα τι διαπράξα- 11 Dem. cor. p. 300,21 15 cf. t. VI 596,2 11 διλήμματον Ath 1 συκοφαντοῦσθαι Re 2 καὶ inser Ma om Μ 3 ταύ- την Vi sed ταύτῃ in marg m2 4 ἂν ante ἠγανάκτησα HV MaCl Re post ViBVaM Mor delevi cum lacobsio Lect | τίς HMaBM | „locum hunc non intelligo. num ἴνα τις ἂν εἴποι καλὴν αἰτίαν; δῆλον γὰρ, ὅτι οὐχ ἕνεκα χρημάτων, οὐ προλαβὼν (id est ὅτι αὐτὰ οὐ προέλαβον) ἐπεβούλευον. verum ne hoc qui- dem satis “ Re | εἴπῃ Vi sed οι supra η m2 5 πάλιν H V | αἰτίαν om HV | ἣν scripsi ex Ath cum lacobsio Lect ὧν ViMaClBVaM edd ὦ HV 6 ηὐτρεπίσθη Vi | δηλητήριον ΗVMaCl | ὡς Mor 8 μὲν om HVMaClAth 9 τὸν πατέρα BVa | τοῦτον Vi | ἀπῃτούμην Ath 12 ὑμῶν Β sed ὑ in ras ἡμῶν ViVa | πότε V 15 πρῶτον — 683, 1 καταμηνύειν prae- missis verbis ἄντικρυς ἀντὶ τοῦ σχεδόν. Λιβάνιος citat Andr. Lopad. lex. Vindob. s. v. p. 22, 18 ed. Nauck 16 τί λάθρα HV | λάθρα om Lopad | τί libri Lopad edd σθαι, προφανῶς δὲ τοῦτο καταμηνύειν ὥσπερ δεδιὼς μὴ λάθω τὴν ἐπιβουλὴν μηχανώμενος. ἔπειτα δὲ τῶν μὲν ἄλλων ἁπάντων τοσούτων ὄντων ἐπὶ | τῆς RIV 761 πατρῴας ἑστίας οὐδεὶς οὐδεπώποτε θεασάμενος τοῦτο διήλεγξε, μόνη δὲ τὸ πρόδηλον ἅπασιν εἶδεν ἡ μη- τρυιά; καὶ τίς ἂν ταῦτα κακουργίας ἐκτὸς γεγενῆσθαι πιστεύσειεν; εἰ δὲ τοὐναντίον λανθάνειν λέγει τὸ δηλητήριον, πῶς μὲν ἐζήτησε; πῶς δὲ τὸ λανθάνον διηρευνήσατο; πόθεν δὲ ταύτῃ περιεργάσασθαι τὰ καθ’ ἡμᾶς ἐπελήλυθεν; ἐγὼ μὲν οἶμαι καὶ τοῦτο μέγιστον εἶναι τῆς καθ’ ἡμῶν ἐπιβουλῆς δήπου τεκμήριον, ὅμως δὲ λανθάνον μὲν οὐκ ἐζήτησεν, ὅπερ δὲ σαφῶς ἐγί- νωσκε σκευωρήσασα, τοῦτο καὶ τῷ πατρὶ πεπεισμένη δεδήλωκεν. οὔτε γὰρ ἂν ἔδειξεν ὅ τι περ ἦν ἀγνοοῦσα τὸ δεδεμένον οὔτ’ ἂν ἀκριβῶς οὕτως ἐγίνωσκεν, εἰ μὴ τὸ φάρμακον δήσασα προετύγχανε.