εἰ μὲν τὸν πατέρα φήσειεν, ἀνθ’ ὅτου λεγέτω. καὶ τὴν πρόφασιν αὐτὴν ἐρωτήσατε. τοῦ γὰρ κλήρου μηδέπω ταύτῃ δεδωρημέ- νου δι’ ὅν, ὥς φησιν, ἠγανάκτησα, τίνα τις ἂν εἴποι ἄλλην αἰτίαν ἣν προλαβὼν ἐπεβούλευον; εἰ δὲ κατ’ αὐτῆς ηὐτρέπιστό μοι τὸ φάρμακον, πῶς ταύτην μὲν ἀνελεῖν ἐσπούδαζον, ἀντὶ δὲ ταύτης τὸν πατέρα διεχρη- σάμην; εἶτα πῶς οὐκ ἄλογον ἐγκαλεῖν μὲν ὡς ἐπι- βουλεύοντι τῷ πατρί, τεκμήριον δὲ τούτων ἀπαιτου- μένην προφέρειν τὸ δηλητήριον, ὃ τὴν κατὰ τοῦ πα- τρὸς ἐπιβουλὴν οὐδαμῶς ἐπιδείκνυσιν;