οὐ γὰρ ἠγνόεις ὡς ζῶντος μὲν τοῦ πατρὸς τῷ μὲν δοκεῖν τὸν κλῆρον ἐκέκτησο, δεσπότης δὲ τῶν ἑαυτοῦ περιὼν ἐκεῖνος ἦν ἀληθέστε- ρος καὶ ὧς πρὸς τῷ πεπρωμένῳ τέλει τοῦ βίου γενό- μενος τῷ παιδὶ τὸν κλῆρον ἐάσει καλὸν ἅμα καὶ δί- καιον λογισάμενος, ἀναιρεθέντος δὲ φόβος μὲν οὐδεὶς μεταγνώσεως, τῶν δὲ χρημάτων ἡ κτῆσις βεβαιοτέρα καὶ λοιπὸν ὁ κλῆρος ἀκίνδυνος τοῦ δυνηθέντος ἂν ἀφελέσθαι πάλιν ἀνῃρημένου καὶ διὰ τῆς αὐτῆς πράξε- ως ὑπάρξει μὲν τυχεῖν ὧν ἐσπούδαζες, ὑπάρξει δὲ συμφοραῖς ἀνηκέστοις περιβαλεῖν τὸν πρόγονον ὀρφα- νόν, ἔρημον, τῶν ἀναγκαίων ἐνδεᾶ καταστήσασα. 57. Ῥᾳδίαν δὲ τὴν ἀναίρεσιν ἔσεσθαι τοῦ πατρὸς 16 ἡ δύναμις Β 19 ἡ ἑτέρα δύναμις ἤτοι ἡ τῆς μητρυιᾶς M rubr Ma3 1 „aut ὑπενόεις delendum est, ut schol. vocabuli ὑπώπτευες, aut 60 servato sic est leg. ὑπώπτευες. ttim nova init sententia: ὑπενόεις, μᾶλλον δὲ σαφῶς ἐγίνωσκες“ Re 2 τοῦ om HV | et 3 διατοῦτο HViMaAthB 3 τοῦ ἐμοῦ MaCl 4 εἷναι Η V | περὶ — 5 προαίρεσιν in ras Va2 et in marg Va3 6 παρ- αιρουμένη Va sed αρ in ras m2 προίαιρουμένη Ma προ- αιρουμένη Οἶ’ προορωμένη Vi γρ περιαιρουμένη in marg Mor 8 ἐκέκτητο Ath sed σο in marg 9 αὐτοῦ ΒVaM edd 11 καλὸν om AthBVaM πρέπον MaCl et γρ in marg Mor 12 εἷναι καὶ πρέπον post λογισάμενος Μ 13 κτημάτων Vi 16 ἐσπούδαζεν V 18 καταστήσασθαι Vi sed σασα supra σασθαι m2 19 τοῦ πατρὸς τὴν ἀναίρεσιν ἔσεσθαι Vi sed τὴν ἀναίρεσιν ἔσεσθαι in marg m2, MaCl κατανοήσασα προχειρότερον ἐπὶ τὸν φόνον ἐχώρησεν. ὁ μὲν υἱός, ἔφη πρὸς ἑαυτήν, εὐνούστατος μὲν περὶ τὸν πατέρα καὶ πρόθυμος, τυφλὸς δὲ καὶ τοῦ φυλάξοντος μᾶλλον δεόμενος ἢ βοηθεῖν ἄλλῳ δυνάμενος. οὐδεὶς δ’ ἕτερος κωλύσει διαχρωμέ- νῆν, οὐδεὶς ἐπιβουλεύουσαν ἐκείνῳ φωράσει. νῦν μὲν οὐ καιρὸς ἔσται τῆς ἀναιρέσεως, καθεύ- δοντος δὲ ῥᾳδίως αὐτόχειρ γενέσθαι δυνήσο- μαι. |