ἵν οὖν αὐτὸς μὲν ἐκπέσω τοῦ κλήρου παντάπασι, ταύτῃ δὲ βεβαίαν τῆς τῶν ὑπαρχόντων περιουσίας τὴν κτῆσιν παρασκευάσω, τὸν πατέρα διεχρησάμην καὶ τοσαύτην μιαιφονίαν ἀνεδεξάμην; εἰ γὰρ τοὐναντίον ἀπροσδόκη- τον ἦν ζῶντος μὲν τὸν κλῆρον κομίσασθαι, τεθνεῶτος δὲ παραχρῆμα τὸ λαβεῖν πρόχειρον, πρὸς τοσοῦτον ἂν RIV 756 ἦλθον ἀπανθρωπίας | ὧς χρημάτων ἕνεκεν φόνον ἐργάσασθαι καὶ τοῦτον πατρῷον; καὶ τῆς μὲν ἐμαυτοῦ σωτηρίας τὴν τοῦ πατρὸς προετίμησα, δι’ ἢν δὲ κιν- δυνεύειν προθύμως καὶ τεθνάναι δεῖν ὑπελάμβανον, ταύτην ἂν προηκάμην τὴν τοῦ κλήρου γεγενημένην ἡμῶν ἀλλοτρίωσιν αἰτιώμενος; ἀγανακτεῖ δέ τις οὕτως ἐπὶ τοιούτοις ἐγκλήμασι καὶ μηδὲν ἀνήκεστον πεπονθὼς πρὸς τὴν τοῦ πατρὸς ἀναίρεσιν παροξύνε- ται; πολλά τις ἂν εἴποι πρὸς ἑαυτὸν πρίν τι τῶν δει- νῶν διαπράξασθαι, πλείω δ’ ἐμοὶ περιῆν τῶν ἄλλων λογιζομένῳ ῥᾳδίως φέρειν τὴν ἀγανάκτησιν.