πῶς οὖν ἀγανακτεῖν εἰκὸς ἐφ’ οἶς ὑπὲρ τῆς ἡμετέρας ἀσφαλείας ἐμηχανήσατο; πῶς δὲ· διὰ ταῦτα χαλεπῶς φέρειν ἃ τῆς περὶ ἡμᾶς εὐνοίας ἕνεκεν πράττειν ἐνόμιζε, καὶ ἐφ’ οἶς ἔδει τῆς ὑπερβαλλούσης κηδεμονίας μᾶλλον αὐτὸν ἢ πρότερον ἀγαπᾶν, ἐπὶ τούτοις ἀγανακτεῖν καὶ μέχρι τῶν ἀνηκέστων καὶ δεινοτάτων ἐκτείνειν τὴν ἀγανά- κτησιν; εἰ δὲ καὶ μὴ ταῦτα φρονῶν ἔγραφεν, ἀλλ’ ὄντως ἀλλότριόν με καταστῆσαι τοῦ κλήρου βουλόμε- νος, οὐκ ἦν μοι λυσιτελέστερον ζῆν ἢ τεθνάναι καὶ δι’ αὐτὸ τοῦτο τὸν ἐμαυτοῦ πατέρα; περιόντος μὲν γὰρ ἐλπὶς ἦν καὶ μεταβολὴν γενέσθαι τῆς προαιρέσεως καὶ πρὸς τὴν φύσιν πάλιν ἐπανελθεῖν καὶ λῦσαι μὲν ἃ πρότερον ἀπατηθεὶς διεπράξατο, προτιμοτέραν δὲ ποιήσασθαι τῶν διαβολῶν τὴν ἀλήθειαν καὶ βελτίονι κρίσει τὴν μὴ προσήκουσαν διορθώσασθαι· τελευτή- σαντος δὲ παντελὴς μὲν ἀπώλεια, προσδοκία δὲ τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς πανταχόθεν ἀνῄρητο μηδε- μιᾶς ἔτι λειπομένης ἐλπίδος. ἃ γὰρ εἰκὸς ἦν πράξειν, 14 Arist. eth. Nic. I 4 p. 1096 a 16. [Quintil.] decl. II § 15 p. 33, 33—14 ed. Lehn. 8 λύσις (om (M m Ma3) κατὰ ἀντιπαράστασιν M m Ma3 Mor ἐργασία ἀπὸ τοῦ ἐναντίου B rubr 12 ἐνθύμημα ἀπὸ πράγμα- τος B rubr 1 τότε om HV 3 διαταῦτα ViMaB 7 ἐκτίνειν Μ 8 signum interrogationis posui punctum (colon Ath) libri edd I καὶ om M 9 ὄντος Vi | τοῦ κλήρου καταστῆσαι ViBVa | βουλόμενος scripsi ex HVViMaClAth cum lacobsio Lect βου- λευόμενος ΒΜ edd βουλευσάμενος Va 10 μοι om HV 11 διὰ Va sed ὰ in αὐτὸ corr m2 | προιόντος Vi sed περιόντος in marg m2 12 καὶ om MaVa 13 λῦσαι Ma sed γρ κω- λύσαι suprascr m3 λύσαι HAth κωλύσαι BVaM Mor 14 προτιμότερον Ath a 17 παντελὴς Vi sed πάντα in marg 19 ἔτι om Vi | ὑπολειπομένης Vi sed ἔπι in marg m2 εἰ περιῆν, ἀδύνατον ὑπάρχειν ἀπολωλότος.