ὧς γὰρ ἐγενόμεθα, ὦ δικασταί, τῷ πατρὶ καὶ ἤδη ἦμεν οἷοι δέχεσθαι παιδεύματα, ἄμφω μὲν ἔπεμπεν εἰς παιδοτρίβου, ἄμφω δὲ εἰς διδασκάλου τῶν τακτικῶν ἠσπάζετό τε ὁμοίως ἀναστρέφοντας καὶ ὅλως ἴσον ἔνεμε φιλίας ἑκατέρῳ. παρὰ πάντα δὴ τὸν χρόνον, εἴπω τι τῶν χρηστῶν, ὦ πάτερ, εἰς τὸν ἀδελ- φὸν καὶ οὐ ποιήση τὸν ἔπαινον ἔγκλημα; πάντα δὴ τὸν χρόνον τοῦτον οὐδὲ ἓν εἶδον ἐν ἐκείνῳ, μὰ τοὺς θεούς, τῶν αἰσχύνῃ περιβαλλόντων νέον, οὐκ ἔρωτας μανικούς, οὐ πληγὰς ὑπὲρ ἑταίρας, ἀλλ’ ἴσα ἐβαδίζο- μὲν, ταὐτὰ ἐφρονοῦμεν, τοῖς αὐτοῖς ἐχαίρομεν, ἀπὸ τῶν αὐτῶν ἐφεύγομεν. οὕτω δὲ ἡμῖν <τῶν> α οἴκου φερομένων καὶ παράδειγμα ὄντων εὐδαιμονίας Φθόνος ἐμβαλὼν ἀνέτρεψε πάντα ἐξ ὧν ἐζηλούμεθα ἀναφαίνονται γὰρ ἄνθρωποί τινες ἄμεινον ἐμοῦ τοῦ 8 Plat. Alc. I p. 109 D; Prot. p. 326 C. Chor. p. 109, 5 B 2 μὴ δὲ LPAth Ferr 6 ἐγεννώμεθα Β | ω Ath 7 οἷον Mor 10 punctum posui colon Laur. LVII 23 comma Ath om reliqui libri edd 11 comma posui e LP punctum Ath ΜοsΒ edd | τί AthMosB edd 12 signum interrogationis posui comma L Ferr punctum PAthMosB colon Mor Re 13 εἶδον scripsi e Β cum lacobsio Anth. Pal. III 595 εἶδεν LP Re οἶδεν AthMos Ferr Mor qui ἴσ. οἷδ’ in marg | ἐν om Β 14 ἐν ante αἰσχύνη Mos | νέον Mos sed ο corr νέων Ath Ferr Mor 15 ἶσα Ath 17 αὐτῶν reposui e libris cum lacobsio Lect 136 αἰσχρῶν edd sed γρ αὐτῶν in marg Mor | τῶν τοῦ οἴκου φερομένων scripsi cum lacobsio Lect τοῦ οἴκου φερομένου libri edd sed „malim τῶν οἴκοι φερομένων“ Re 19 Φθόνος scripsi φθόνος libri edd cf. p. 623,17 συζῶντος τὸν ἀδελφὸν εἰδότες, οἷ τὰς τοῦ πρεσβύτου παρατηροῦντες ὀργάς, ὧς εἰώθατε πρὸς ἀλλήλους ἐν ταῖς συνουσίαις αἰτιᾶσθαι τοὺς υἱεῖς, κἂν εἰς μικρό- τατα ἁμαρτάνωσιν ἃ οἱ βέλτιστοι τῶν ὁμιλούντων κου- φότητα ἀποφαίνουσι καὶ κοινὰ τῆς ἡλικίας καὶ τοῖς οὐ RIV 690 λίαν δυσκόλοις | εὔφορα, ἀλλ’ οὐχ οἱ τοῦτον φι- λεῖν λέγοντες, ἀλλὰ μεγαλύνοντες ἀεὶ τὸ παραπῖπτον καὶ τὸν σπινθῆρα ἐγείροντες τοσούτου πολέμου τὴν οἰκίαν ἐπλήρωσαν καὶ οὕτω σφόδρα τὸν πατέρα ἐξώργισαν ὥστε ἐπιλαβόμενος εἷλκε τὸν υἱὸν ὅν ἐγέννησεν, ὃν ἔθρεψεν, ᾧ τὴν δεκάτην ἐποίησε, καὶ εἰσῆγεν εἰς τὸ δικαστήριον καὶ ἐκάλει πονηρόν. ὁ δὲ ἐκπεπληγ- μένος τῷ τε ἀπροσδοκήτῳ καὶ ταῖς αἰτίαις καὶ τῇ τοῦ πατρὸς βοῇ καὶ τοῖς περιεστηκόσιν ἐσίγα μέχρι τοῦ μηδὲν εἰπεῖν ὑπὲρ αὑτοῦ τὸν πατέρα αἰδούμενος καὶ μᾶλλον εἵλετο προδοῦναι τὰ τοῦ ἀγῶνος δίκαια ἢ ὡς συκοφαντοῖτο φθέγξασθαι. μετὰ ταῦτα οὑτοσὶ μὲν ἀπῄει τὴν καλὴν νίκην νενικηκώς, ὁ δὲ ἀδελφὸς εἰς τὰ τῆς πενίας κακά. ἐγὼ δὲ ἀμφοτέρους ὀδυρόμενος, τὸν μὲν ὧν ἐπεπόνθει, τὸν δὲ ὧν ἐξηπάτητο, ἐποιού- μην, ὦ δικασταί, τοὺς ὀδυρμοὺς λανθάνων, ἐφοβούμην γὰρ μὴ τὰ δάκρυα γένηται εἰς ἀποκήρυξιν ἀφορμή. 11. τοῦτο μὲν οὖν ἡ τῆς πόλεως ἐκώλυεν Ἀγαθὴ Τύχη παρασκευάζουσα δι’ ἐμοῦ τοῖς ἐναντίοις τὴν ἧτταν καὶ ταῦτα ἐν οἶς νῦν εἰσιν, ἐγὼ δὲ τῆς μὲν τῶν πολι- 10 cf. ad p. 605,15 1 οἳ delendum censet Re sed anacoluthia apparet 3 εἰς] „malim ὡς“ Re 6 εὔφωρα Β | ἀλλ’ οὐχ οἱ τοῦτον in lac 8 litt om Β | οὐχ οἱ scripsi e PAth ut coni Re οὐχὶ LMos edd | φι- λεῖν λέγοντες] φιλοῦντες Ath 9 τὸν πατέρα om Ath 11 ἀν- ἐθρεψεν Β 13 ταῖς om Β 15 αὐτοῦ Ath 17 μεταταῦτα LP | οὑτουσὶ L 23 ἡ om Ath τικῶν μελέτης οὐκ ἠμέλουν, πενθῶν δέ, ὦ ἄνδρες, διετέλουν καὶ τοὺς ἡλικιώτας ἐν τοῖς γυμνασίοις αἰ- σχυνόμενος, οἱ τῆς συμφορᾶς τὸν ἀδελφὸν ἐλεοῦντες οὐκ ἔστιν ὅτε οὐ καθήπτοντό μου περιιστάμενοι κύκλῳ· σὺ δὲ οὐδὲ εἰσιὼν οἴκαδε καὶ συνεστιώμενος τῷ πατρὶ καὶ λόγου μεταλαμβάνων οὐκ ἔπαυσας τὴν ὀργήν; οὐκ ἐπράυνας τὸν θυμόν; οὐκ ἀνεῖ- λες τὰς ὑποψίας; οὐχ ἱκέτευσας; οὐκ ἐδάκρυσας; ὅρα μὴ δόξῃς ἐπαινεῖν τὰ πεπραγμένα τὸν κλῆ- ρον πρὸ τῆς φύσεως ἄγων, μᾶλλον δὲ ἤδη τι καὶ συνεξεργάσασθαι. καίτοι μέμνησαι, ὦ πά- τερ, ὁσάκις σοι πρὸς τὰ γόνατα πεσόντα με καὶ δεό- μενον λῆξαι τῆς ὀργῆς ἀπεκρούσω καὶ ἀπειλησάμενος ἐκβάλλειν τοὺς οἰκέτας ἐκέλευσας. οἶ γὰρ διαβάλλοντες ἐξ αὐτῶν τῶν ἀτυχημάτων | τἀδελφοῦ πιθανώ- RIV 691 τεροι καὶ τὰ μηδαμοῦ λεχθέντα πλάττοντες ἔφερον εἰς ὦτα τούτῳ καταστῆναι τὴν ψυχὴν οὐκ ἐῶντες. τί οὖν ἦν λοιπόν; ἀλγεῖν μὲν τοῖς πεπραγμένοις, ἡσυχάζειν δὲ ἀνάγκη, καλεῖν δὲ τοὺς θεοὺς διαλλακτάς. ἐν τούτῳ δὲ ἡμῶν ὄντων ἀγγέλλεται πολεμίων εἰσβολή. καὶ οἱ δῆμοι διηρπάζοντο καὶ τὸ δεινὸν προσῄει τῷ τείχει καὶ δρόμος καὶ φόβος καὶ ταραχὴ πάντα κατ- εῖχεν, ἁρπάσαντας δὲ τὰ ὅπλα θέειν ἴδει καὶ τὰ σώματα ὑπὲρ τῆς πατρίδος εἰσφέρειν.