οἷς ἐναντίον ὑμῶν διαλέξομαι· ἄν- δρες οἷς εὐψυχία μὲν εἰς τοὺς κινδύνους, εὔ- νοια δὲ πρὸς τὴν οἰκείαν, καὶ σώματος μὲν ὀλιγωρία, φιλοτιμίας δὲ ἔρως, μηδεὶς ὑμῶν καταγνοὺς ἀχαριστίαν τοῦ δήμου ἄκων μαλα- κιζέσθω μηδὲ εἰς τὴν ἐμὴν ἀφορῶν ἀτιμίαν κατοκνείτω. ταῦτα ἐπ’ ἐμαυτὸν γράφω. εἰς δω- ρεὰν ἡγοῦμαι τὴν συμφοράν. ἐγὼ πενίας ἐπιθυ- RIV 707 μῶ. ἐμὴν τοῦτο | ἡγεῖσθε μανίαν, μὴ τῆς πόλεως ἀγνωμοσύνην. φεύγω τὴν οἰκίαν ἐφ’ ἧς οὐκ ἔσχον δεῖξαι τὸν ἀδελφόν. ὑμεῖς δὲ ἄν- δρες τε γίγνεσθε καὶ μὴ ταράττεσθε τῷ παρα- δείγματι. 74. Πάντα ἐπαινῶ τῆς ἀποκηρύξεως ὡς πλὴν ἑνός· 2 ἀποβάλλοντες L 3 post ἐπεδείξαντο ras 5 fere litt Ρ 4 παρὰ χρῆμα L 13 μιμησομένους scripsi auctore Re μιμησαμένους libri edd 14 ἔννοια LPB Ferr 15 οἰκείαν scripsi auctore Re coll t. V 380, 13; VI 320,2; 367, 16 οἰκίαν libri edd 18 μὴ δὲ L Ferr 23 δὲ scripsi ut coni Re et lacobs Lect τὲ LP τε MosB edd ἡδίους ποιήσει τοὺς πολεμίους. σὺ δέ, εἰ καὶ τοῖς πο- λίταις ὕστερον, πάτερ, ἀπεχθήσῃ, παρὰ τοῖς ἐναντίοις εὐδοκιμήσεις. εὐωχοῦ δὴ καὶ πῖνε μεθ’ ἡδονῆς καὶ τρέφε κληρονόμους ἀντὶ τῶν υἱέων τοὺς κόλακας. 1 cf. t. IV 41, 22; 73,3 1 ποιήσει scripsi auctore Re ποιήσεις libri edd 2 περὶ L Ferr 3 πίνε libri Mor Re cf. t. VI 652, 14