ἐγώ σοι τοῦτον ἐπι- δείξω στρατιώτην ἀγαθὸν ταχέως καὶ κληθήσῃ δυοῖν ἀριστέοιν πατήρ. πολλοὶ πολλάκις ἐκ νεότητος ὑπαι- τίου πρὸς τὴν προσήκουσαν ἐκβάντες ἡλικίαν ἐθαυ- μάσθησαν εἰς ἀρετὰς καὶ καθάπερ ἐν δράματι σκευὴν μεταβαλόντες τοὺς τρόπους οἱ μὲν ἐκ δειλῶν ἐφάνησαν ἀνδρεῖοι, οἱ δὲ ἐξ ἀκολάστων σώφρονες, οἱ δὲ ἐκ θρα- σέων ἐπιεικεῖς, οἱ δὲ ἐκ ῥᾳθύμων φιλεργοί, οἱ δὲ ἐξ 1 οἰκείαν Ath 2 χαίροις LP | τῇ πρῴην ἀποκήρυξιν τὴν νῦν ἀπολογίαν scripsi auctore Re τὴν πρώτην ἀποκήρυξιν τῇ νῦν ἀπολογίᾳ libri edd 6 ἀφέξονται Mos 7 ταὐτὰ? ἐπ’ Ath 12 vocibus οὐδὲν ἀ[νιαρὸν] des Ath | εἰς in- serui e libris om edd 13 ἑαυτὸν ἢ τῶν τινα συκοφαν- τῶν coni Re ἑαυτοῦ ἢ συκοφαντῶν lacobs Lect 15 τὸν LP 16 δὲ αὐτοῦ LP 22 δειλῶν scripsi δειλίας libri edd ἀσελγῶν μέτριοι καὶ ἐφ’ οἶς πρότερον ἐκακίζοντο, ταῦτα ἀποβαλόντες εἰς ἀγαθοὺς ἐτέλεσαν καὶ τῆς πό- λεως εὐεργέτας μεγίστους οἷς ὑπὲρ αὐτῆς ἐπεδείξαντο. τὸ γὰρ τῆς ἀριστείας, κἂν παραχρῆμα φαῦλον νομισθῇ, μικρὸν ὕστερον ὁπόσον ἐστὶν ἐγνώσθη.