ἂν δὲ φειδόμενοί μου μὴ δῶτε τοῦτο, διαβεβλήκατε τὴν προτέραν γνῶσιν. ὑβρικέναι γὰρ ὃν ἴστε χρήσιμον ὁμολογήσετε. ὅσοι πρεσβύται δι’ ἡμᾶς ἄπαιδες οὐ γε- γένησθε, ὅσοι παῖδας νέους ὀρφανοὺς οὐ καταλελοί- πατε, ὅσοι γυναῖκας οὐκ εἴδετε πρὸς ὕβρεις ἑλκομένας, 23 cf. p. 446, 2 sq. 2 δόντας scripsi διδόντας libri edd 4 μόνον οὐ πατραλ- λοίας Μ 5 τε Ath | οὐ γάρ; scripsi auctore Re οὐ γὰρ libri edd 8 μὴ δ’ libri edd | οὓς scripsi ex Ath ut coni Re οἷς LPMosB edd 9 τοῖς ἐσομένοις L 10 δικασταὶ Ath 11 ἐπεὶ δὴ Ath | δευτέραν Β 12 ἐκβάλλετε Β et maluit Re | πατρώας L 14 ἔστιν LPB 19 μου om Ath 20 τὸ ante χρήσιμον Ath | ὑμῖν γεγενημένον post χρήσιμον inserenda coni Re 21 ὡμολογήσατε Ath 23 εἴδατε Mos | ὕβριν Β ὅσοι πλουτεῖτε βεβαίως, ὅσοις ἐφύλαξα κτήματα καὶ οἴκους, ταύτην ἀντίδοτε τὴν χάριν. ἐκβάλετέ με τῆς πατρῴας οἰκίας. 67. Μηδὲν ἐνταῦθα ἀντείπῃς, ὦ πάτερ, μηδὲ κινή- σῇς τὴν σαυτοῦ δεινότητα πάλιν. οὐκέτ’ ἐκεῖνα τὰ πρότερον, λόγοι ὑπὲρ φύσεως καὶ συγγενείας καὶ θεῶν RIV 705 | γενεθλίων καὶ κουροτρόφων καὶ φιλανθρωπίας καὶ συγγνώμης καὶ νεότητος ὀλισθημάτων. ἀλλά μοι παρελθὼν ἀκολούθησον τῷ ψηφίσματι, τήρησον ὅν ἔθου νόμον, φθέγξαι πάλιν τὰ αὐτὰ ῥήματα. νῦν μὲν οὐδενός σοι δεῖ γραμματέως ἀναγνωσομένου τὸν νό- μον, ἀλλ’ ἐπίστασαι τῆς ἀποκηρύξεως τὰς συλλαβάς. 68. μή μου τὴν ἀριστείαν αἰσχυνθῇς μηδὲ τοὺς αἰχμα- λώτους οὓς εἷλον μηδὲ τὸ πλῆθος τῶν νεκρῶν. ἔπει- σὰς καὶ τὸν δῆμον ἃ τέως ἐθαύμαζεν ἀποφαυλίσαι. μόνος οἴκει τὴν οἰκίαν, ἀπαλλάγηθι τῶν ἐμῶν δακρύων. οὐ δύναμαί σοι συνὼν ἀμνημονῆσαι τοῦ κακοδαίμονος ἀδελφοῦ. χρηστόν με, ὦ πάτερ, ἐγέννησας, ἐλεήμονα, φιλοικτίρμονα, πάσχοντά τι πρὸς τὰς τῶν οἰκείων τύχας. ἐγκάλεσον τῇ φύσει. ὁ δεῖνα βίαιος, ἄλλος ὠμός, ἄλλος στερεός, ἐγὼ φιλάνθρωπος. οὐκ ἔστι μάχεσθαι τῇ φύσει.