τί κατοκνεῖτε; μὴ γὰρ λαβεῖν τι βούλομαι; στέρησις τῶν ὄντων ἐστὶν ἡ χά- ρις. ἀρτίως μέν γε τῷ πατρὶ χαριζόμενοι τὸν ἠριστευ- κότα ἠδικεῖτε, νῦν δὲ ἀμφοτέροις ἀρέσκοντα ψηφιεῖσθε. ποιήσατέ με ἀνέστιον, πρᾶγμα ἥδιστον ἐμοί, τοῦτον ἀπαλλάξατε παιδός, πρᾶγμα σύνηθες τῷ πατρί.