ὥσθ’ ὑπὲρ οὗ τὴν ἀποκήρυξιν δέδοικας μή με εἰς ἀθυμίαν καταστή- σας χείρω ποιήσῃς, τοῦτο καὶ νῦν ἐνοχλεῖ. καὶ γὰρ ἐφ’ αἷς μόναις εἶχον ἐλπίσιν ὧς λύσων τἀδελφῷ τὴν συμφορὰν μάταιοι πεφήνασι καὶ οὐκ ἴσχυσεν ἀριστεία νικῆσαι τὴν ἀποκήρυξιν.