ἀπὸ τῆς αὐτῆς καὶ νῦν γνώμης ἀποκηρύτ- τεσθαι βούλομαι. ἐλθέτω μανίας ἐπ’ ἐμὲ μᾶλλον ἔγ- κλημα ἢ τὸν πατέρα ἀσεβείας· εἰπάτω τις ὡς ὁ νεα- νίσκος παραπαίει μᾶλλον ἤ ὁ πρεσβύτης παραφρονεῖ. λάβε δίκην, ὦ πάτερ, λάβε μεγάλων ἁμαρτημάτων. ἐμνημόνευσα πρὸς σὲ φιλανθρωπίας, ἐμνημόνευσα προσ- ηγορίας ἀδελφοῦ, ἐμεμψάμην ὀργήν, ἐπῄνεσα συγγνώ- μην. ἦν που τῆς δημηγορίας καὶ τὸ τῶν διαλλαγῶν ὄνομα καὶ τὸν Ἔλεον προσεῖπον. ὀφείλω δίκην ἐπιει- κῶν ῥημάτων. ἀποκήρυξον, ἔκβαλε, μὴ μεταβάλῃς τοὺς τρόπους. 1 cf. t. II 129, 9 2 ἦ LP | τύχοι Ath 4 διαφεύγουσαν Β 6 μὲν om Ath 7 σοῦ scripsi auctore Re τοῦ libri edd 10 ἀποπνιγείς τε in marg Ath 15 νῦν om Ferr 23 Ἔλεον scripsi ἔλεον libri edd cf. p. 626, 12 24 μεταβάλῃ Ferr 56. Ἀλλ᾿ ἀσύμφορον, νὴ Δία, τὸν ἀριστέα διάγειν ἐν λύπῃ καὶ διὰ τοῦτο τῆς περὶ τὸν πόλεμον ἀμελεῖν μελέτης καὶ τοῖς ἐχθροῖς πα- ρασκευάζειν ἡδονήν. δῆλον γὰρ ὧς τὰ τούτου δυσχερῆ τοῖς ἐναντίοις ἑορτή. τί φῄς; δέδοικας μὴ πεσὼν εἰς λύπην ἀμελήσω τῶν ὅπλων; νῦν γὰρ ἐν εὐφροσύνῃ μοι τὰ πράγματα καὶ ᾠδαῖς καὶ γέλωτι; τεκμαίρου τὴν ἀθυμίαν, ἄνθρωπε, τῷ προσώπῳ. ταύτῃ συζῶ, διὰ ταύτην ἀπόλωλα. λύπη μοι σύμπας ὁ βίος. RIV 702 57. ἂν εἰς τὴν ἀγορὰν | ἐμβάλω, τοῖς γνωρίμοις ὑπὲρ τούτου λαλῶν δακρύω. ἂν οἴκαδε εἰσέλθω, τὸ πλήρωμα ὁρῶν ἠκρωτηριασμένον πενθῶ. ἂν εἰς παλαί- στραν ἀφίκωμαι, τὸν ἀδελφὸν ὁρῶν ἀπερριμμένον ὀδύ- ρομαι. ἅπας καιρὸς καὶ τόπος ἀφορμὴ δακρύων, οἰκία, στενωποί, γυμνάσια, σύλλογοι, τράπεζα, ὕπνος. ἤδη γὰρ κἀν τοῖς ὀνείρασιν ἔνδον μὲν ἔχειν αὐτὸν δοκῶν ὑφ’ ἡδονῆς ἐκπηδῶ, μανθάνων δὲ τὴν ἀπάτην ἐν ὀδυρμοῖς ἀναμένω τὴν ἡμέραν. μάρτυρα δὲ ἔχω τῶν πολλῶν δακρύων τὸν ἐπ’ αὐτοῖς πολλάκις ἀγανακτή- σαντα τοῦτον αὐτὸν τὸν πατέρα.