φέρε, εἴ με ἐβούλου καταποντί- σαι, φθάσας δὲ αὐτὸς ἐμαυτὸν ἐνέβαλον εἰς τὴν θά- λασσαν, οὐκ ἄν σε εὐηργέτουν ἀποπνιγείς τε καὶ σὲ τοῦ μύσους ἀπαλλάξας; εἰ δὲ ἥδιστ’ ἂν ἀπέκτεινας ξίφει, τοῦτο δὲ αὐτὸς αἰσθόμενος εἰς ἐμαυτὸν ὦσα τὸ σιδήριον σοῦ διαμέλλοντος, οὐκ ἂν ἦν σοι κεχαρισμέ- νος τεθνεώς τε καὶ σὲ διατηρήσας καθαρὸν τοῦ φό- νου;