Σκόπει τοίνυν ὅπως σε φιλῶ καὶ ταῦτα λυ- ποῦντα. παρέχω σοι τιμωρίαν πράξασθαι διαφεύγοντα τὴν αἰσχύνην. τὸ γὰρ ἐκπεσεῖν με τῆς οἰκίας τοῖς ἐμαυτοῦ λόγοις ἐν μὲν τῷ μὴ μετέχειν τῶν πατρῴων κολάζει, ἐν δὲ τῷ σοῦ σιγῶντος τυχεῖν ἄνευ αἰτίας ὧν ἐπιθυμεῖς δίδωσι.