ἤδη καὶ τοὺς ἐκπολεμώσαντάς σε πρὸς ἐκεῖνον ἔτι καὶ νῦν ὁρῶ παρὰ σοὶ δυναμένους. οἶδα τοίνυν ὡς οὗτοι τὴν αὐτὴν προσοίσουσι μηχανὴν καὶ τοσούτῳ ῥᾷον παρά- ξουσιν, ὅσῳ συνείθικας εὐχερῶς ἀποκηρύττειν καὶ τολ- μᾶν ἐν δικαστηρίῳ βοᾶν· ἀλλότριον ὅν γεγέννηκα ποιοῦμαι. οὐκ ἀνθέξεις τοῖς σοφισταῖς τούτοις, ὦ πάτερ, οὐδ’ ἂν σφόδρα ἐθέλῃς τὴν ἀριστείαν αἰδεῖσθαι. 51. βούλει σοι προείπω καὶ τὰ ῥήματα τῶν γοήτων; ἐχθρὸν ἔνδον ἔχων οὐκ ᾔδεις. ἐπὶ σαυτῷ τὸν παῖδα ἔτρεφες. πατραλοίας ἡμῖν ὁ γενναῖος. ταῖν χεροῖν οὐχ ἥψατο, ῥήμασι δὲ ἐρείδων οὐκ ἀνῆκε. πρᾳότερος ἐθέλει· τῶν γερόντων εἶναι δοκεῖν. πορευέσθω παρ’ ἐκεῖνον ὅν περὶ πλεί- ονος ποιεῖται. δότω δίκην τῆς ὕβρεως. δεῖξον ὡς χαλεπαίνεις, ὧς οὐκ εἰκότα ἀκήκοας.