ἔδειξας, ὦ πάτερ, τὴν πονηρίαν. ἔπεισας δῆμον φιλάνθρωπον RIV 698 ἀτιμάσαι τὸν Ἔλεον. οὐχ οὕτως | ἐγὼ ἀνόητος ὡς ἀπολογίαν ἔτι ζητεῖν τῆς τοσαύτης ἀρτίως κατ- εγνωσμένης. τί γὰρ οὐκ εἶπον ὧν ἐνῆν; οὐχ ὡς ἡ νεό- τῆς ῥᾷστον ὑπαχθῆναι καὶ ἁμαρτεῖν τοὺς τῷ χρόνῳ μὴ κτωμένους τὴν σύνεσιν; οὐχ ὡς τὸ μηδὲν πλημ- μελεῖν ἐν τοῖς θεοῖς ὥρισται; οὐκ εἶπον ἃ παρ’ ὑμῶν ἀκήκοα πολλάκις, ὅτι τοῦ νόμου φόβος ἐστὶ τὸ βού- λημα καὶ τοὺς νέους δεδοικέναι μὲν ἀξιοῖ τὴν ἐκβολὴν ἐπὶ τῷ σωφρονεῖν, ἀπελαύνεσθαι δὲ οὐκ ἔστι καὶ περι- νοστεῖν ἀοίκους οὔσης οἰκίας ἐφ’ ἁμαρτήμασι φαύλοις; εἰ γὰρ δὴ μεγάλα, τί οὐκ ἀπέκτεινε; καὶ μὴν καὶ τὸν πατέρα ἠρόμη·ν εἰ τὴν νεότητα ἀναμαρτήτως πεπόρευται, οὐκ ἔχοντος δὲ εἰπεῖν ἠξίουν τὸν αὐτοῦ undefined σ’ 4 ἐπεσκότησε Ath ἐπεσκότιζε L 6 comma post σπουδή posui, post κατηγορεῖν quod habent libri edd delevi 7 καὶ om Β | τὸ om Mos 9 μὴ om Β 12 Ἔλεον scripsi ἔλεον libri edd cf. p. 631, 23 13 „fort. τῆς τοσούτοις“ Re 14 οὐχ ὡς Bcripsi coU 1. 16 ut coni Re ὧς οὐχ οὐχὶ (οὐχὶ α Ath) libri edd ἡ om Ath 16 πλημελεῖν LP Ferr 20 οὐκ ἔστι scripsi οὐκ ἔτι LPB Ferr οὐκέτι AthMos Mor Re 22 εἰ] ,,malim ἐπὶ“ Re I μεγάλα scripsi μεγάλης LP Ferr et γρ in marg Mor μεγάλοις AthMosB Mor Re 23 εἰς L Ferr | ἀναμάρτητος Ath Mos sed in hoc τήτως suprascr 24 αὐτοῦ libri edd πατέρα εἰς ἡμᾶς μιμεῖσθαι, λέγων δὲ ταῦτα ἐρραψῴ- δουν ὀνόματι πατρὸς κατακλυζόμενος. τί οὖν φημι; δεῖν μήτ’ ἐμοὶ συγχωρεῖν ἀπολογίας μεμνῆσθαι τῷ γε ἡττημένῳ μήτε τούτῳ βλασφημίας τῷ νενικηκότι. πέ- παυται γὰρ ἀμφοῖν ἡ χρεία τῇ χειροτονίᾳ καὶ τῷ βού- λεσθαί με νῦν ἐκπεσεῖν τὸ πεπονηρεῦσθαι τὸν ἀδελφὸν οὐδὲν κοινωνεῖ. 42. Καὶ μὴν ὅσῳπερ ἂν ἐκεῖνον τῷ λόγῳ κατα- σκευάζῃ μιαρόν, τοσούτῳ προνοητέον αὐτῷ τῆς ἐμῆς ἀρετῆς, ὅπως μὴ παντελῶς δυστυχὴς ῇ πατήρ, ἀλλά τὸν μὲν πονηρόν, τὸν δὲ οὐ τοιοῦτον ἔχη. ἂν μὲν τοί- νυν ἐκπέσω καὶ λάβῃ με κοινωνὸν ἑκόντα τῆς ταλαι- πωρίας ἀδελφός, χρηστός, δίκαιος, τὴν φύσιν αἰδού- μενος, πάνθ’ ὅσα κάλλιστα ἀκούσομαι καὶ δι’ ἐμοῦ σὺ ζηλωτὸς ὁ γονεύς· ἂν δέ, ὃ μὴ γένοιτο μηδὲ ἔστω, τὸ κατ’ ἐμαυτὸν προελόμενος ὑπερβῶ τὸ ἐκείνου, πονηρός, ὠμός, ἀσεβής, οὐ θεοὺς εἰδώς, οὐ νέμεσιν, πάντα τὰ χείριστα ἀκούσομαι καὶ δι’ ἐμοῦ πάλιν ἐν ὀνείδεσιν ὁ πατήρ. μὴ τοίνυν ἀνάσχῃ | διπλῆν ὀδύνην RIV 699 ἐπὶ σὲ βαδίζουσαν, ἀλλὰ ἀποκήρυξιν ἀποκηρύξει παρα- μύθησαι τῇ παρούσῃ τὴν προτέραν, τῇ παρ’ ἐμοῦ τὴν παρὰ σοῦ. ἡ μὲν γὰρ σημεῖον ἦν πονηρίας σοῦ παι- δός, ἡ δὲ καλοκαγαθίας σοῦ παιδός. μετριώτερον 1 cf. ad t. II 113,2 5 ἀμφοῖν om Β 8 κατασκευάζῃ reposui e libris κατα- σκευάζει Ferr Mor κατασκευάζειν Re 9 τοσοῦτον Ath 15 ζηλωτὴσ Ath | μὴ δὲ LP Ferr μὴ δὲ Ath | ἔσται Ath 16 προελόμενος scripsi auctore lacobsio Lect προειδόμενος libri edd sed „malim προϊδόμενος“ Re | τὸ ’κείνου Ath 17 τὰ om Ath 20 ἐπὶ σὲ scripsi auctore Re ἐπὶ σοὶ LPMosB edd ἐπιπεσεῖν Ath δεῖ σε νομίσαι τὰ περὶ τοὺς υἱεῖς ἐξ ἡμισείας ἀσχημο- νεῖν ἢ τελέως ὄψει μεστὴν αὐτίκα τὴν πόλιν τοιούτων ῥημάτων· πάνυ γε. οὐ γὰρ πάντα ἀγαθὸς ἀρι- στεύς, ὃς τοὺς μὲν πολεμίους τῆς χώρας ἐξ- ἔβαλε, τὸν δὲ ἀδελφὸν οὐκ ἐπανήγαγεν οἴκαδε. εὐτυχίαν ἥρπασεν ἐν τοῖς ὅπλοις, οὐκ ἀρετὴν ἐπεδείξατο. εἰ δὲ ἀρετὴν ἤσκει, πάντως ἂν ἐπ- έθηκε τῷ τροπαίῳ τὴν περὶ τὸ γένος ἐπανόρ- θωσιν. 45. Ἡ δὲ αἴτησις, ὦ πάτερ, καὶ τὸ ἡττᾶσθαι δοκεῖν μικρὸν ἔχει τὸν ψόγον; ῥᾴδιον γὰρ εὑρεῖν καὶ κατ’ ἐκείνης λόγον· πλάσμα ἦν ἡ δωρεὰ καὶ τέχνη, ῥήματα φιλάνθρωπα, γνώμη δὲ οὐ τοιαύτη. σχῆμα εὐπρεπές, οὐκ ἀληθείας ἔργον. ἐξεχλεύ- ασε τὸν ταλαίπωρον ἀδελφόν, ἀλλ’ οὐκ ἐξεί- λετο τῶν κακῶν. ἤνεγκεν αὐτῷ τὴν δυστυχίαν εἰς μέσον, ἀνελεῖν δὲ οὐκ ἐζήτησεν. ἀφωσιώ- σατο πρὸς τοὺς πολλούς, εἰρωνεύσατο, πράττει δὲ ὅπως ἀθάνατον ἑστήξει τὸ μῖσος. οὐ γὰρ αὐτὸς καὶ τὰ πρῶτα συνεσκεύασεν; οὐ γὰρ ἐκ τῆς τούτου κακοηθείας ὁ ἀδελφὸς ἐλήλαται καὶ διαβολαῖς ἡ φύσις ἠδίκηται;