σὺ δέ με ὧς ἐπ’ ἀγαθόν τι τὴν ἀποκήρυξιν ἐπείγεσθαι νομίζεις, τὸ δὲ οὐχ οὕτως ἔχει. πόθεν; ἀλλ’ οἶδα μὲν ἅπαν τὸ δεινόν, ἐπιθυμῶ δὲ ὅμως τῆς συμφορᾶς. καί μοι δότε τὴν χάριν ταύτην, ἐπειδὴ τὴν προτέραν ἐκωλύθητε. ὁρᾶτε, ὦ δικασταί, τοὺς ἐπὶ τοῖς μεγίστοις ἀτυχήμασι ζῆν οὐκ ἀξιοῦντας. οὗτοι μὲν τὸν θάνατον ὧς ἐστὶ δεινὸν οὐκ ἀγνοοῦσιν, εἰσὶ γὰρ τῶν ὑπὲρ σωτηρίας εὐξαμένων πολλάκις, ὅμως δὲ ὀρέγονται τελευτᾶν καὶ τὸν μὲν ἐναντιούμενον ἐχθρόν, τὸν δὲ ἐντιθέντα τὸ ξίφος εὐεργέτην ἡγοῦνται. ταῖς γὰρ τῶν δεομένων ὁτουοῦν ἐπιθυμίαις ὁ συμπράττων φίλος. καὶ νῦν ἐγὼ τῇ μὲν λύπῃ πρὸς τὴν τῶν ἀτόπων ἐπιθυμίαν ἥκω, τοῖς δὲ ἐνταῦθα βοηθοῦσιν ἀείμνηστον εἴσομαι τὴν χάριν. εἰ δέ τις ὕστερον ἐπὶ τὸ γέρας ἀφίκοιτο μέμψις, ἐμὸν τοῦτο ἔστω τοῦ βουληθέντος λαβεῖν, ἀλλ’ RIV 697 οὐ τῶν δεδωκότων, οἱ τὴν ἡδονὴν τοῦ τὴν | δω- ρεὰν αἰτοῦντος ἐθεράπευσαν πλέον ἢ τὴν ζημίαν ἐσκό- 1 με scripsi ex AthMosB ut coni Re μοι LP edd | τὴν inserui auctore Re om libri edd 10 τὸ om Β 11 οὐ Β 17 ἔστι libri edd πησαν. ἤδη τινὰς εἶδον ἐπ’ ἀρρωστήμασιν ἀδελ- φῶν ἑκόντας ἑαυτοὺς ἀποκλείσαντας σιτίων καὶ καθ’ ὅσον ἐξῆν κοινωνήσαντας τῶν δυσχερῶν καὶ δόξαν ἀπὸ τούτου τὴν βελτίστην λαβόντας, μᾶλλον δέ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, τὴν χείρω διαφυγόντας. ὁ γὰρ εἰς τὸ γένος μὴ χρηστὸς τίς ἂν εἴη περὶ τὸν δῆμον καὶ τὴν πόλιν; τοῦτό μοι καὶ νῦν ἡ δωρεὰ βούλεται δεῖ- ξαι πᾶσιν ἀνθρώποις ὧς οὐκ ἀμελῶ χρηστὸς ὢν οὐδὲ φοβεῖν ἔμαθον πολεμίους μόνον, ἀλλὰ καὶ συναλγεῖν ἀδελφοῖς ἠτυχηκόσιν. εἰ τοίνυν καὶ λῃσταὶ κεκρα- τηκότες ἡμῶν τὸν μὲν ἐν πέδαις εἶχον, ἐμὲ δὲ ἐποι- οῦντο σύσσιτον, καὶ τὸν μὲν ἐπίεζον, ἐμοὶ δὲ παρεῖχον τρυφᾶν, καὶ τῷ μὲν πᾶσαν ἀηδίαν προσῆγον, ἐμοὶ δὲ ἅπασαν ἡδονὴν ἐπόριζον, ἐδεήθην ἂν αὐτῶν μή με τιμωρεῖσθαι τοῖς τερπνοῖς μηδὲ ἐν τῷ θεραπεύειν ἀνιᾶν, ἀλλ’ εἰ κἀκεῖνον λυποῦσι, καὶ ἐμὲ δῆσαι καὶ δοῦναι δωρεὰν τὴν κοινωνίαν τῶν ἀλγεινῶν. καὶ νῦν, ὦ πάτερ, τὰς αὐτὰς ἀφίημι πρὸς σὲ φωνάς· ἐκ- βέβληκας τὸν ἀδελφόν, ἐμὲ δὲ οὔπω. δέδωκας ἐκεῖνον πενίᾳ, διάγω δὲ ἐγὼ ἐν ἀφθόνοις. εἴ σοι τὰ πρὸς ἐκεῖνον ἄσπονδα, ἐπάφες κἀμὲ τῷ πολέμῳ. μὴ κωλύσῃς τὸν δῆμον δοῦναι δωρεὰν δι’ ἧς ἐπιδειχθήσομαι τι- μῶν τὴν φύσιν. 38. Ἀλλὰ πονηρός φησιν ἐκεῖνος ἐγένετο καὶ ταῦτα παθεῖν ἄξιος. ἐγὼ δέ, εἰ μὲν ἐπιληψόμενος τῆς ἐκβολῆς ἀνέστην καὶ τοιούτοις ἐχρώμην λόγοις. ἄνδρες πολῖται, συκοφαντία μοι τὸν ἀδελφὸν 20 cf. p. 601, 20 2 καθόσον Ath 6 μοι Β 10 εἴ τοι Ath 14 μή με Ρ sed με in ras m 2 μήτε L Ferr 15 μὴ δὲ LP Ferr 16 λυποῦντα Ath 17 κοινωνίαν Ρ sed αν in ras m 2 25 εἰ] οὐ Ath 27 πολίται libri edd ἀπολώλεκε. δίκην δέδωκεν ὧν οὐκ ἠδίκηκεν. ὀξύθυμός ἐστιν ὁ πατήρ. ἀναμαρτήτους ἀξιοῖ τοὺς υἱεῖς εἶναι, πρᾶγμα ἀμήχανον. καὶ κραυγὴ καὶ θόρυβος ἐπεσκότισε τοῖς δικαίοις. δυστυ- χῆς μὲν ὁ νεανίσκος, πονηρὸς δὲ οὐδαμῶς, ὅλως εἰ πρὸς ἀπολογίαν ἔτεινεν ἡ παροῦσά μοι σπουδή, καὶ τότε τὸ κατηγορεῖν οὐκ ἂν ἦν ἔξω καιροῦ· εἰ δὲ τὰς μὲν αἰτίας ἐῶ μένειν, τὸ δὲ μετ’ ἐκείνου πράττειν κακῶς ἥδιον τίθεμαι τοῦ μὴ μόνος ἀπολαύειν τῶν ἀγαθῶν, τίς ἔτι χρεία τῶν ἐγκλημάτων;