καὶ νῦν οὐκ ἐᾷ τούτων εἶναι καιρὸν ὁ δυστυχῶν ἀδελφός, ὁ ἀντειρηκὼς πατήρ, ὁ πεισθεὶς ἐκείνῳ δῆμος. ἀλλ’ ἐπ’ ἀγορᾶς με βούλει στῆναι χαλ- κοῦν οὐδὲ φανῆναι τἀδελφοῦ τολμῶντος ἐπ’ ἀγορᾶς; ἀλλ’ ἐν πρυτανείῳ σιτεῖσθαι τῆς οἴκοι τραπέζης ἐστε- RIV 695 ρημένου τούτου; ἀλλὰ τάλαντα | λαβεῖν προσαι- τοῦντος ἐκείνου; ἀλλὰ κηρύγματος τυχεῖν ἀποκεκηρυγ- μένου τούτου; μή, πρὸς Δῖός, μή με ποιήσῃς περὶ τὴν φύσιν πονηρὸν μηδ’ ἐπιδείξῃς ὀλίγωρον τῶν ἐκείνης νόμων οἳ τοῖς οἰκείοις ταὐτά τε χαίρειν καὶ ταὐτὰ λυπεῖσθαι διώρισαν. συγγενείας δὲ ἀπάσης ἀδελφὸς ἐντιμότατον. φέρε, εἰ δὲ ἐτεθνήκει νεωστὶ καὶ κατειλήφει τὴν τελευτὴν ἡ νίκη καὶ περὶ δωρεᾶς ὁ δῆμος καθῆστο, ἆρ’ ἄν με δοκεῖς δέξασθαι ταυτὶ τὰ σεμνά, τὸν στέφανον, τὴν εἰκόνα, τἄλλα, ἀλλ’ οὐκ ἂν ἐν χάριτος μέρει τὸ λαβεῖν τινα χρόνον εἰς τὸ πένθος αἰτῆσαι; νῦν τοίνυν οὐ τέθνηκε μέν, ὅ δὲ πολλῷ θα- νάτου βαρύτερον, ἄτιμος περιέρχεται, μᾶλλον δὲ κρύ- πτεται. τί οὖν ὁ καιρὸς ἐπαγγέλλειν παραινεῖ; μετέχειν αὐτῷ τῆς ἀτιμίας καὶ μὴ τρυφᾶν ἐν ἀκαιρίαις ἀδελ- φῶν. δωρεὰ δὲ πᾶσα τῇ τοῦ λαμβάνοντος ἡδονῇ κρίνεται, τὸ δὲ λυπηρόν, κἂν ἄλλως ᾖ τῶν καλῶν, εἰς τιμωρίαν τελεῖ. αὐτίκα τίς οὐκ ἂν εὔξαιτο στεφάνου 16 Her. III 119. Soph. Ant. 911 sq. 14 μὴ δ’ libri edd 15 τε om Ath 16 διώρισε Β 17 τεθνήκει Mos 19 δοκεῖς scripsi δοκῆς libri edd 22 τοίνυν om Re | ὃ] οὐ Mos 27 ἂν Ferr τυχεῖν ἐπ’ εὐνοίᾳ τῇ πρὸς τὸν δῆμον; ἀλλ’ ἐὰν τὸν ἐν πένθει καθήμενον ἀναστήσας ἄγῃς εἰς ἐκκλησίαν ὡς ἀναρρήσει κοσμήσων, ἐκόλασας τῇ τιμῇ. καὶ τοὺς τυράννους διὰ τοῦτο δυσχεραίνομεν ὅτι πολλάκις τὸν περὶ ταῦτα συνταράττουσι θεσμόν. πενθῶ δὴ καὶ αὐτὸς ἀδελφὸν ἐξεληλαμένον καὶ τὸν στέφανον ἀπάγει τῆς κεφαλῆς ἡ Τύχη. εἰ γὰρ τῶν ἑταίρων τις, οὓς ἡ κοινωνία τῶν ἀσκημάτων εἰς εὔνοιαν συνδεῖ, τοιούτῳ περιπεπτώκει κακῷ, μετρίως ἂν ὑμῖν ἐνέγκαι δοκῶ τὴν τοῦ γνωρίμου συμφορὰν ἢ προσελθεῖν τοῖς ἀρι- στείας καρποῖς ἐν ταῖς τῶν συνήθων κακοπραγίαις; ὑπὲρ οὗ δὲ νῦν ἱκέτευον, ἀδελφός ἐστιν, ὦ πάτερ. τοῦτο δίκαιον ἔν. συμφοιτητής. τουτὶ δεύτερον. αἰδού- μενός με διὰ τέλους. τουτὶ τρίτον. οὐ γὰρ ἐρῶ θρα- σύν, ὦ πάτερ, ὃν ἔγνων ἐπιεικῆ. τὸ μὲν οὖν ἄμει- νον ἦν τοῦτον τῆς ἐμῆς μεταλαμβάνειν εὐπραξίας· ἐπεὶ δὲ ἀντέκρουσεν ὁ Φθόνος, δεύτερόν μοι κέρδος αὐτὸ τὸ τῶν τούτου μετασχεῖν | κακῶν. ἄλλα RIV 696 ἄλλος, ὦ δικασταί, τῶν ἠριστευκότων θαυμάζει τε καὶ λαβεῖν ἐπιθυμεῖ, ὁ μὲν αἰχμάλωτον ἐν ὥρᾳ οὖσαν, ὁ δὲ ἐξ αὐτῶν τῶν λαφύρων χρυσόν, ὁ δὲ κτήματα καὶ γεωργίας, ὁ δ’ ἀφ’ ὧν δόξα μᾶλλον ἢ κέρδος. ἐπεθύ- μουν καὶ αὐτὸς ἰδεῖν δι’ ὑμῶν ἐν εἰρήνῃ τὸ γένος. ἔδοξα ληρεῖν, ἥττημαι λόγων. ἐπ’ ἄλλην εἶμι δωρεὰν πρέπουσαν τῷ ἐκείνης ἡμαρτηκότι. 20 Il. α 111 sq. 4 διατοῦτο L 7 ἑτερων L | τίς PAthMosB edd 9 ἡμῖν Mor 10 τῆς ante ἀριστείας Ath 13 συμφοιτητὰς L | αἰδοῦ Mos 14 μοι Β 15 οὖν om Mos 17 Φθόνος scripsi φθόνος libri edd cf. p. 615, 19 18 αὐτὸ τὸ om Ath | τοιού- των Ferr Mor sed in hoc γρ τούτου in marg 21 τῶν om Ath 22 ὅδ’ libri edd 24 λέγων Ath | εἰμὶ LPMos 32. Καὶ μηδεὶς οἰέσθω με τὴν ταλαιπωρίαν ἀγνοεῖν, ἢ τὸν ἐκπεσόντα τῆς οἰκίας δέχεται, τὸν λιμόν, τὴν ἀλουσίαν, τὴν ἀγρυπνίαν, ταπεινότητα, κατήφειαν, ἐσθη- μάτων ἀπορίαν, θρῆνον συνεχῆ. τούτων γὰρ ἐγγὺς ὁ διδάσκαλος καὶ πάντα ἀκριβῶς οἶδα τὰ τῶν εἰς ταῦτα ἡκόντων καὶ οὐδὲν δεῖ με παρὰ σοῦ μαθεῖν ὡς εἰς τὸ βάραθρον μετριώτερον ἐμπεσεῖν ἢ ταύτην ὑπομεῖναι τὴν τύχην. οἴκοθεν ἔχω τὸν παιδευτήν. εἰ δὲ ἠγνόουν τὰ τῆς ἐκβολῆς δεινὰ καὶ οὐ μᾶλλον ἑτέρου τὸ πρᾶγ- μὰ ἐξηπιστάμην, οὐκ ἂν πάντων τὸ μέγιστον ἐποιού- μην ἀποδοῦναι τἀδελφῷ τὴν οἰκίαν.