καὶ ἦν ἔνθεν μὲν ἀκούειν ἀποκαλούν- τῶν τὸν χρηστόν, ἑτέρωθεν δὲ τὸν βέλτιστον, παντα- χόθεν δὲ ἁπλῶς ἔν γέ τι ῥῆμα πρὸς εὐφημίαν φέρον. ἀλλά τοι, ὦ δικασταί, τὸ θαῦμα μέχρι τῆς σιγῆς τοῦ πατρός, ὧς δὲ διῆρε τὸ στόμα καὶ ἐφθέγξατό τι καὶ συνήγαγε τὸ πρόσωπον, πάντα διέφθαρτο, καὶ τὰ καλὰ τέως φαῦλα ἐπεφήνει καὶ ὑμεῖς μετεβέβλησθε καὶ αὐ- τὸς παραπαίειν ἐδόκουν καὶ δι’ ὧν εὐδοκίμουν, ἐπὶ τούτοις αἰτίας εἶχον. τοσοῦτον, ὦ δικασταί, προσ- ηγορία πατρὸς εἰς ἀγῶνα πλεονέκτημα. πάντα φροῦδα ἐκεῖνα τὰ μεγάλα καὶ θαυμαστά, ὁ κηδεμὼν τῆς οἰκίας, ὁ φοβερὸς τοῖς ἐχθροῖς, ὁ τῆς πόλεως σωτήρ, ὁ φύλαξ τῶν γενῶν, ὁ τοῦ τείχους χρησιμώτερος, ὁ δοὺς ἀντὶ τοῦ πεφρικέναι εὐθυμεῖν, τὰ δ’ ἐπινίκια καταγέλαστα καὶ μικρὰ καὶ φλήναφος. ἐπειδὴ τοίνυν ὑμῖν τε ἠνώχληκα καὶ τὸν πατέρα λελύπηκα καὶ λόγους ἀφεῖκα σιγῆς ἀξίους, εὕρηκα, ὦ δικασταί, ἑτέραν δωρεὰν δι’ ἧς ἐλπίζω τὸν πρεσβύτην εὐφρανεῖν. ἢν γὰρ οὐκ ἡδυ- νήθην λῦσαι τἀδελφῷ συμφοράν, ταύτης κοινωνεῖν ἀξιῶ καὶ τῆς οἰκίας μετ’ ἐκείνου στέρεσθαι. RIV 694 24. Τιμωρία | τοῦτ’, οὐ δωρεά, φήσει τις καὶ τὰς τιμὰς αἷς ἀμείβεσθε τῶν ἀριστέων τοὺς κινδύ- 8 Dem. fals. leg. § 112 p. 375, 14 2 ἂν ἐθορυβήσατε ΜοsΒ 6 ἀπλῶς om Ath 13 παντα- χοῦ Ferr Mor | φροῦδα scripsi γοῦν libri edd sed γοῦν φροῦδα coni Re 17 πεφριγμένον Ferr | τά τ’ Β 19 ἀφεῖκα scripsi cum Cobeto Coll 299 ἀφῆκα libri edd 21 τὸν πρεσβύτην in ras P 2 22 λύσαι LPAthMos edd | τἀδελφῷ scripsi coll p. 613,8; 618,26; 624,11; 632,23; 633,11 et ad p. 598, 9 τῷ ἀδελφῷ libri edd 24 τίς AthB edd νοῦς ἐξαριθμήσει μανίας εἶναι λέγων φυγόντα ταῦτα ἑκόντα ἐμβαίνειν εἰς τοσοῦτον κακόν. ἐγὼ δέ, εἰ μὲν ἡ σφοδρὰ λύπη τὸν λογισμὸν ἐξίστησιν, ὁμολογῶ μαί- νεσθαι πρὸς τοσοῦτον ἐπιθυμίας ἥκων. τίς γὰρ ἡ γέ- γονεν ἢ νῦν ἐστιν ἀθλιώτερος ἐμοῦ; καὶ τὰ μὲν ἄλλα ἐῶ, τουτὶ δὲ αὐτὸ τὸ παρὸν πόσης δυστυχίας; ὁ μὲν δῆμος ἐν θυσίαις καὶ χαραῖς καὶ γυναῖκες καὶ παῖδες καὶ δοῦλοι τῆς ἀδείας εἰς ἡδονὴν ἀπολαύουσι, μόνος δὲ ὁ τούτων αἴτιος ἐν οἰμωγαῖς, ἐν θρήνοις τῷ φεύγειν τὴν πατρῴαν ἑστίαν. καὶ τῶν μὲν νενικηκό- τῶν εἰμὶ πολίτης, στένω δὲ μετὰ τῶν ἡττημένων. καὶ τοῖς μὲν ἄλλοις τὸ στεφανηφορεῖν ἀπὸ τῆς ἐμῆς προθυ- μίας, ἐμοὶ δὲ ἀντὶ τούτου παρὰ τοῦ δήμου τὸ δακρύ- ειν. καὶ τῇ μὲν πόλει λῦσαι τοὺς φόβους ἴσχυσα, τῷ δὲ ἀδελφῷ λῦσαι τὴν ἀποκήρυξιν οὐκ ἔσχον, ἀλλ’ ὧν ἐν προσθήκῃ τεύξεσθαι προσεδόκων οὐδ’ αὐτὰ καθ’ αὑτὰ λαβεῖν δεδύνημαι. καὶ τὸ δεινότατον, κατῄσχυνα τὴν νίκην αἰτήσει πονηρᾷ καὶ σεσωκὼς τοὺς νόμους εἰς ὠμὴν καὶ παράνομον ὑπήχθην δωρεάν. μὴ τοί- νυν θαυμάσῃς εἰ τοσαύτῃ συνόδῳ κακῶν ἐκβέβλημαι τῶν λογισμῶν καὶ τοῖς μὲν ἀλγῶν, τοῖς δὲ αἰσχυνό- μενος οὐ πάνυ σωφρονῶ. ἀλλ’ εἰ καὶ λίαν τις οὐκ ἐπ’ ἐμαυτοῦ με εἶναι νομίζει, τοσοῦτόν γε ἔχω καθ- ορᾶν ὧς τὰ μὲν λαμπρύνοντα ἄνθρωπον οἶ μὲν εὖ πράττοντες δέχονται καὶ τὸ μὲν πρόσφορον οἷς καιρὸς 16 cf. ad p. 501, 14 1 ταῦτα om Ath 2 εἰ] ἡ L εἰ ἡ Ferr 4 ἀθυμίας Ath 5 καὶ om Ath 14 λύσαι Ath 15 λύσαι PAthMosB edd 19 δωρεᾶν Ath 21 τὸν λογισμὸν Mos | αἰσχυνόμενον Ath 22 τίς PAth edd 23 ἐν Cobet Misc. 146 at cf. ad p. 271,16 κομίζονται καὶ μέμψις ἄπεστιν, εἰ δέ τις δυσκολίᾳ κεχρημένος καὶ τοὺς οἰκείους ὁρῶν ἐν τοῖς χαλεπωτά- τοις βοηθεῖν ἀδυνατῶν μέμνηται τιμῆς καὶ λαμπρότη- τος ἀντιποιεῖται, τοῦτον καὶ μισοῦμεν καὶ μεμφόμεθα καὶ θεοῖς ἐχθρὸν ἡγούμεθα. τὸ γὰρ ἄκαιρον ἐν αἰτίᾳ πανταχοῦ.