ἐχρῆν δέ γε ἢ σιγᾶν ἢ πρὸς ἐμὲ μόνον ἐπαινεῖν τὰς διαθήκας καὶ φάσκειν εὖ με βεβουλεῦσθαι καὶ χαίρειν μὲν ἐπὶ τοῖς πεπραγμένοις, ἀπαλλάττειν δὲ τὴν οἰκίαν τῆς ἐνούσης ταραχῆς. οὕτως ἂν ἡμῖν ἅπαν- τα εἶχε καλῶς, νῦν δὲ πολεμῶν τοῖς γράμμασι καὶ το- σαύτην ἐπάγων δίκην καὶ ποιῶν ὅν ἐγέννησας ἀλλό- τρίον δίδως λαβήν τινα τοῖς πρᾴοις καὶ φιλοτέκνοις.