| εἰ γὰρ νῦν ὑγιαίνων οὐχ ἡδέως δέχῃ τοὺς λόγους καίτοι καὶ τῶν δικαζόν- των καὶ τῶν περιεστηκότων συγχωρούντων με δίκαια λέγειν, τίς ἂν ἦσθα τότε χειμαζομένης ὑπὸ τοῦ νοσή- ματός σοι τῆς ψυχῆς; ἆρ’ οὐκ ἂν ἐκεκράγεις ὠθεῖν, ἐξελαύνειν ὡς ἀπολλύντα σε τοῖς λόγοις καὶ τὸ κατ’ ἐκείνου μὲν ἐτήρεις μῖσος, τὸ δὲ πρὸς ἐμὲ φίλτρον εἰς μῖσος μετέβαλες, ἀπῄειν δ’ ἂν κακὸς ἰατρὸς τῆς ὀργῆς γεγενημένος, ἄλλος δ’ ἂν ἀντ’ ἀμφοῖν ἐπὶ τὸν κλῆρον ἐκαλεῖτο; καὶ οὐχὶ τοῦτο δεινότατον, τὸ δὲ σοὶ <κακοῦ> τινος αἴτιον γεγονέναι δοκεῖν τίνος οὐ μεῖζον κακοῦ; 54. Διαβέβλημαι γάρ φησιν ὑπὸ τῆς σῆς φιλ- 1 διατοῦτο MaPaBVa | καὶ πρὸς αὐτοὺς MaClPa 2 ἂν om BVa 3 ὑπάρχον scripsi e CrMaClPa et γρ in marg Mor ὂν PMBVa edd 8 γρ ἄλλων ἰατρῶν, εἰ in marg Mor 9 οὐκ ante ἐπ’ MaCl 12 ἐμέμψατο Ma 13 ἐπήνεγκεν Ma 16 δίκαιά με Ma | μοι Pa 18 σου MaPa 19 ἐξωθεῖν Β 22 δ’ ἂν] δὲ CrMaClPaBVa 23 κακοῦ inserui auctore Re om libri edd 24 τινος Mor sed γρ τίνος in marg | ὀργῆς post τινὸς Pa, αἰδοῦς MaClB Mor sed in hoc om γρ in marg, Re delevi ανθρωπίας. ἐξῆν δέ γε, ὦ δικασταί, μὴ τοῦτο παθεῖν, εἴπερ ἐβούλετο σιωπᾶν. ἐγὼ μὲν γὰρ οὔτε ζῶντος οὔτε τεθνεῶτος ταῦτ’ ἂν ἐξεῖπον πρὸς ἕτερον οὐδ’ ἂν πρὸς αὐτόν γε τὸν ἀδελφόν, ὁ δὲ αὐτὸς ἑαυτόν, ὡς ὁρᾶτε, ἀδικεῖ.