εἰ μὲν γὰρ ἐνῆν ὁμοῦ καὶ μεταδοῦναι τοῦ κλήρου καὶ μὴ καὶ τὸν αὐτὸν γεγράφθαι τε καὶ μὴ γεγράφθαι κληρονόμον, ὥστ’ ἐξεῖναί σοί τε χαρίζεσθαι κἀκεῖνον προσίεσθαι, πάντων ἐγὼ θρασύτατος τοῦ μὲν φροντί- σας, τὸ δὲ παριδών· εἰ δ’ αἵρεσις ἦν ἢ τοῖς σοῖς προσ- ἔχειν ῥήμασιν ἣ τὴν τοῦ διαβεβλημένου θεραπεῦσαι τόχην, εἰκός τί με νόμιζε πεπονθέναι πρὸς ἐκείνην ἀποκλίναντα καὶ τῇ φύσει τοῦ πράγματος, μὴ τῷ παιδὶ προστίθει τὴν αἰτίαν. 36. Οὐ τοίνυν ἔστιν εἰπεῖν ὧς ἓν τοῦτ’ ἦν ἐν τῷ 15 τότε γενομένῳ μόνον τὸ τὸν ἀδελφὸν ἐλέου τυχεῖν, ἄλλο δὲ οὐδέν, ἀλλ’ ἦν ἕτερον, ὦ δικασταί, μέγα. τί τοῦτο; τὸ καὶ τὸν πατέρα μοι τὴν χείρω δόξαν δια- φυγεῖν. ἐνενόουν γὰρ τοὺς ἐσομένους λόγους, ἑώρων τὰς αἰτίας ἃς ᾐτιῶντ’ ἂν τῶν πατέρων οἱ ἐπιεικέστε- ροι· ἰοὺ ἰοὺ τῆς χαλεπότητος. οὐδ’ ἡ τελευτὴ προσιέναι δοκοῦσα τὴν ὀργὴν ἐπράυνεν, ἀλλ’ ᾠήθη δεῖν αὐτὴν καὶ κάτω φέρων ἐλθεῖν.