τοὺς δὲ τοιούτους ἀνθρώπους σώζοιτ’ ἂν ὑμεῖς εἰκότως, ὦ δικασταί, μᾶλλον ἢ ἀπολλύοιτε νομί- ζοντες τὸν μὲν περὶ τοὺς αὑτοῦ χρηστὸν ἴσως ἂν καὶ περὶ τοὺς ἄλλους γενέσθαι, τὸν δὲ εἰς ἐκείνους ὠμὸν κοινὸν ἀπάντων ἐχθρὸν εἶναι. ἀλλ’ ἐγὼ τὸν ἀδελφὸν οὐκ ἐλεήσας πολίτην ἂν ἠλέουν; εἰ δὲ μὴ πολίτην, μέτοικον; εἰ δὲ μὴ μέτοικον, ξένον; εἰ δὲ μὴ τοὺς παρ’ ἡμῖν, τῶν ἄλλων τινὰς Ἑλλήνων; εἰ δὲ μὴ Ἕλληνα, βάρβαρον ἄν; ὁ δὲ μηδένα ἀνθρώπων<ἐλεῶν> δικαίως ἂν κατορύττοιτο ζῶν.