ἠλέουν τὸν ἀδελφὸν καὶ πρὸ τῶν διαθηκῶν, ἠλέησα καὶ ἐν τῷ καιρῷ τῶν δια- θηκῶν, εἰ μηδὲ αὐτῷ ἡ νόσος τὰς διαλλαγὰς ἔπραξεν. εἶδον ἀποστερούμενον οὐ τοῦ ἡμικληρίου μόνον, ἀλλὰ καὶ τῆς ἐπιτιμίας αὐτῆς. εἰ γὰρ σὺ μὲν ἐτεθνήκεις, ὁ δὲ μετεῖχε μηδενός, αἱ διαθῆκαι δὲ ἀνεγινώσκοντο, τὰ γράμματα δὲ οὐκ εἶχε τὸν ἀδελφόν, τίς ἂν ἦν ὁ λοι- πὸς αὐτῷ βίος; πρὸς τίνα ἂν ἀντέβλεψεν ἢ νέων ἢ πρεσβυτέρων; ἐπὶ ποίου δ’ ἂν ἐφάνη βήματος; τίνα δ’ ἂν εἶπεν ἐν τῷ δήμῳ λόγον; πῶς δ’ ἂν ἠξίου τῶν κοινῶν ἔχειν τὸ ἴσον ἐπὶ τῶν πατρῴων τοῦτο οὐκ ἐσχηκώς; πρεσβείαν δ’ ἂν τίς ἐνεχείρισε; | στρατη- RIV 678 γὸν δ’ ἂν τίς ἐχειροτόνησεν; ἐκ τίνων δ’ ἂν ἔγημε; παισὶ δ’ ἂν αὑτοῦ πῶς ἐπετίμησε;