ἠλέουν τὸν ἀδελφὸν καὶ πρὸ τῶν διαθηκῶν, ἠλέησα καὶ ἐν τῷ καιρῷ τῶν δια- θηκῶν, εἰ μηδὲ αὐτῷ ἡ νόσος τὰς διαλλαγὰς ἔπραξεν. εἶδον ἀποστερούμενον οὐ τοῦ ἡμικληρίου μόνον, ἀλλὰ καὶ τῆς ἐπιτιμίας αὐτῆς. εἰ γὰρ σὺ μὲν ἐτεθνήκεις, ὁ δὲ μετεῖχε μηδενός, αἱ διαθῆκαι δὲ ἀνεγινώσκοντο, τὰ γράμματα δὲ οὐκ εἶχε τὸν ἀδελφόν, τίς ἂν ἦν ὁ λοι- πὸς αὐτῷ βίος; πρὸς τίνα ἂν ἀντέβλεψεν ἢ νέων ἢ πρεσβυτέρων; ἐπὶ ποίου δ’ ἂν ἐφάνη βήματος; τίνα δ’ ἂν εἶπεν ἐν τῷ δήμῳ λόγον; πῶς δ’ ἂν ἠξίου τῶν κοινῶν ἔχειν τὸ ἴσον ἐπὶ τῶν πατρῴων τοῦτο οὐκ ἐσχηκώς; πρεσβείαν δ’ ἂν τίς ἐνεχείρισε; | στρατη- RIV 678 γὸν δ’ ἂν τίς ἐχειροτόνησεν; ἐκ τίνων δ’ ἂν ἔγημε; παισὶ δ’ ἂν αὑτοῦ πῶς ἐπετίμησε; ταῦτα πάντα, ὦ πάτερ, ἐξ ἑνὸς ἐκείνου τῶν διαθηκῶν ἐφύετο, καὶ οὐκ ἦν, ὧς ᾤου, στέρησις χρημάτων μόνον, ἀλλὰ καὶ τῆς παρρησίας. τοῦτο αὐτῷ τὴν γλῶτταν ἀπέτεμνε, τοῦτο τὸ στόμα ἐνέφραττε, τοῦτο τῆς πατρίδος ἐξέ- βάλλε. ταῦτα ὁμοῦ με πάντα εἰσῆλθε, ταῦτα τὸν ἔλεον 6 Dem. Olymp. p. 1173,6 et 17; 1175,14; 1178,22 19 Dem. fals. leg. § 208 p. 406,5 1 καὶ τὸν παῖδα om MaClPaBVa 4 ἠλέησα — διαθη- κῶν in marg Ma 3 5 εἰ μηδὲ scripsi auctore Re εἰ μήτε libri sed ἐπεὶ οὔτε suprascr P 2, edd 8 μετεῖχεν οὐδενός Μ 9 εἶχε scripsi e MaClPaBVa εἶχον ΡΜ Ferr εἶχεν Mor Re 11 γερόντων MaClPaBVa 12 ἠξιοῦτο Ma et ex ἠξίου corr Cl 2 13 κοινῶν reposui e libris ut coni Re κοινωνῶν edd | ἶσον MaClVa 14 στρατιώτην BVa 15 ἐνεχειροτόνη- σεν Ma sed ἐν del et ροτ in ras m 2 16 αὐτοῦ libri ’ in corr P 2, edd | πῶς] τίς Va 17 καὶ om Ma 19 τοῦτ’ Β Va | αὐτῷ reposui e libris sed ex αὐτὸ corr Va αὐτὸ edd 20 ἐξέβαλε Pa 21 ὦ πάτερ ante εἰσῆλθε BVa ἤθροισεν. ὑπὸ τούτων ἡγοῦ σοι τὴν διαθήκην γεγρά- φθαι. τοὺς δὲ τοιούτους ἀνθρώπους σώζοιτ’ ἂν ὑμεῖς εἰκότως, ὦ δικασταί, μᾶλλον ἢ ἀπολλύοιτε νομί- ζοντες τὸν μὲν περὶ τοὺς αὑτοῦ χρηστὸν ἴσως ἂν καὶ περὶ τοὺς ἄλλους γενέσθαι, τὸν δὲ εἰς ἐκείνους ὠμὸν κοινὸν ἀπάντων ἐχθρὸν εἶναι. ἀλλ’ ἐγὼ τὸν ἀδελφὸν οὐκ ἐλεήσας πολίτην ἂν ἠλέουν; εἰ δὲ μὴ πολίτην, μέτοικον; εἰ δὲ μὴ μέτοικον, ξένον; εἰ δὲ μὴ τοὺς παρ’ ἡμῖν, τῶν ἄλλων τινὰς Ἑλλήνων; εἰ δὲ μὴ Ἕλληνα, βάρβαρον ἄν; ὁ δὲ μηδένα ἀνθρώπων<ἐλεῶν> δικαίως ἂν κατορύττοιτο ζῶν. οὐχ ἑώρακας ἐν πολέμοις, ὦ πάτερ, τοὺς δι’ ὅπλων ἐλθόντας ὑπὸ τῶν κεκρατηκότων θα- πτομένους πολλάκις; διὰ τί; ὅτι μετὰ τὴν μάχην ὁ πράξας κακῶς ἐλεεῖται. πολεμίων οὖν ἐλεουμένων αὐ- τὸς ἂν ἦν εἰς ἀδελφὸν ἀνελέητος; πατὴρ ἦν ὁ χαλεπαίνων, ἀλλ’ ὁ τῆς ὀργῆς πειρώμενος ἀδελφός. ὁ μὲν ζημιῶν, οὗτος δὲ κολαζόμενος. ὁ τοίνυν οἶκτος ἐκεῖνος ἐμὲ καθεῖλκεν ἐπὶ τὸ πονοῦν. ὥσπερ γάρ, εἰ κίνδυνός τις ἀμφοῖν ἐπήρτητο καὶ βοηθεῖν ἀμφοτέροις μὲν οὐκ ἐνῆν, θατέρῳ δέ, τὸ τὸν πατέρα σώζειν ἐνίκα ἄν, οὕτω νῦν τοῦδε μὲν ἀγριαίνοντος, ἐκείνου δὲ ὄντος ἐν συμφοραῖς τὸ πιεζόμενον παρεκάλει τὴν ῥοπήν. 34. Ἀναμιμνήσκου δέ, ὦ πάτερ, ὡς παῖδες ὄντες κομιδῆ καὶ τὰ τῶν τηλικούτων ἁμαρτάνοντες, ὁπότε 15 [Arist.] physiogn. 29 ed. script. physiogn. t. I p. 38, 3 3 εἰκότως ὑμεῖς Va | ἄνδρες MaClPaVa cf. p. 584, 1 4 αὐτοῦ MaClPaVa αὐτὸν Μ 7 ἂν om Ma 9 „malim τινα“ Re at cf. p. 600, 1 10 ἐλεῶν inserui om libri edd 11 κηρύττοιτο ζῶν; Pa | ἐώρας Ma 13 διατί Β 17 οὗτος scripsi e MaClPaBVa et γρ in marg Mor αὐτὸς ΡΜ edd 18 γάρ om Β 19 μὲν ἀμφοτέροις Ma 20 τὸ om Re ἀπειλήσαις, κατεφεύγομεν ἐπὶ τὴν μητέρα, ἡ δὲ ἐδέ- χετό τε καὶ ἐπεκούρει καὶ ἐδεῖτο μὴ τύπτειν, καὶ συγ- γνώμην εἶχες. τοιοῦτο δή τι καὶ τὸ νῦν· σὺ μὲν ἠγανάκτεις, τῷ δ’ ἦν ὁ | κίνδυνος μέγας, ἐγὼ δὲ RIV 679 ἐβοήθουν ἀδελφὸς ὤν. σύγγνωθι δὴ καὶ νῦν.