ἔπειτα τί καὶ δέδοικας; σὺ μὲν γὰρ ἔχεις τὸν θεραπεύσοντα καὶ κουφιοῦντα τὸ γῆρας τουτονὶ τὸν τῆς ἀποκηρύξεως ἄξιον, τὸ δὲ ἡμέ- τερον ἄφες. ἐμοὶ μεῖζον παίδων εἰς παραμυθίαν τὸ μηδὲν ἐμαυτῷ δυσσεβὲς συνειδέναι. πολλῶν εὐπορήσο- μεν βοηθῶν ἀπὸ τῆς παρούσης γνώμης, τοὺς δ’ ἴσως καὶ παῖδας θησόμεθα. γάμου δὲ καὶ τὴν μνήμην, ὦ πάτερ, ἄνελε. οὐ γὰρ ἐν ὑμεναίοις ἐμοὶ τὰ πράγματα, πολλῶν εἰμι συμφορῶν ἀνάμεστος. ἔα με ταύτας ὀδύ- ρεσθαι. 45. Ὠ ψυχὴ γυναικὸς γενναίας, σύ μοι τῆς ἀπο- κηρύξεως αἰτία. τί γὰρ οὐκ ἔμενες κατὰ χώραν; τί δὲ οὐκ ἐμιμοῦ τὸν πατέρα; τί δὲ παρῄεις τοῖς ἔργοις τὴν φύσιν; ὦ θαλάττιοι δαίμονες, ἀντὶ ποίων ἀδικημάτων κατεδύσατε τὸ σκάφος; τίνα καταγνόντες τῆς ἀναγω- γῆς ἀηδεστέραν αἰτίαν;