RIV 648 28. ἀλλ’ οὔτ’ ἐκείνοις | οὐδεὶς ἂν ἐγκαλέσειεν ὑγιαίνων, οἶμαι, ἐγώ τε τοῖς αὐτοῖς δικαίοις ἀφεῖμαι. ἀμφοτέρων γὰρ δήπου κύριοι καθεστήκαμεν, καὶ τοῦ γαμεῖν, ὁπότε κρεῖττον, καὶ τοῦ μὴ τοῦτο ποιεῖν, ὁπότε ἄμεινον. ὥσπερ οὖν τοῖς ἐκεῖνο τιμῶσιν οὐκ ἔχει κίν- δυνον ἡ προαίρεσις, οὕτω καὶ τοῖς τοῦτο προαιρουμέ- νοις ἀθῷον εἶναι δεῖ τὴν γνώμην. ὅλως δὲ τά τε ἀδι- κήματα καὶ τὰ μὴ τῷ τὰ μὲν κεκωλῦσθαι, τὰ δὲ μὴ δοκιμάζεται. πρὸς ἐκεῖνο τοίνυν ἀναφέροντες κρί- νωμεν. οὐ γὰρ νομοθετήσοντες εἰσήλθομεν, ὦ πάτερ, τήμερον, ἀλλὰ τοῖς κειμένοις ἑψόμενοι. ἀπόκριναι δή μοι· διὰ τί τὸ κλέπτειν ἀδικεῖν νομίζομεν; ὅτι, φαίης ἄν, γέγραπται μὴ δεῖν ὑφαιρεῖσθαι. καὶ περὶ τῶν προδοτῶν τοίνυν ὁ αὐτὸς λόγος καὶ τῶν ὑβριστῶν καὶ τῶν ἀνδροφόνων καὶ τῶν μοιχῶν καὶ τῶν ἐπὶ καταλύσει τοῦ δήμου συνιόντων.