22. Ναί φησι, νόμος γὰρ ἔστι μοι διδοὺς τὴν ἀποκήρυξιν. ἐγὼ δὲ οὐκ ἐρῶ τὸ προχειρότατον, ὧς ὁ νόμος οὗτος ἀπειλὴν μὲν ἔχει ψιλήν, τὸ δὲ ἔργον οὐ προστίθησιν οὐδ’ ὧς ὁ θεὶς αὐτὸν ἀνασείει μὲν τοῖς νέοις τὴν τιμωρίαν προαναστέλλων τὴν θρασύτητα τῷ δέει, τὴν δὲ φύσιν οὐκ ἀνέχεται πρὸς αὑτὴν ἐκπολε- μοῦν. τοῦτο γὰρ ἂν ἦν οὐκ ἀνδρὸς ὁμονοίᾳ τὴν πόλιν συνέχοντος, ἀλλ’ ἐχθροῦ κοινοῦ διασπᾶν τὰ γένη πει- ρωμένου. ἀλλ’ ἔστω, δεδόσθω, τοῖς γράμμασι προσ- έχωμεν μόνοις, μηδὲν ἐξεταζέσθω πλέον. τί οὖν; ἐν τῷ δοῦναι τὴν τῆς ἀποκηρύξεως ἐξουσίαν καὶ πάντας εὐθὺς ἀποκηρύττειν δέδωκεν; οὐκ ἔστιν. ἀλλ’ ὧν μὲν κατέγνωκε, τούτους μισεῖ, οἷς δὲ οὐδὲν ἐγκαλεῖ, τού- τοις οὐδὲ διείλεκται, ἐπεὶ καὶ τὸν ἀνδροφόνον κρίνειν ἔξεστιν, ἀλλ’ οὐ τόν γε τὴν χεῖρα καθαρὸν ἄξιον.