27. Ἐβουλόμην καὶ τοῖς στρατηγοῖς διαλεχθῆναι καὶ ῥήτορσι καὶ παρόντων ὑμῶν ὀλίγα τινὰ πρὸς αὐτοὺς ἀποκρίνασθαι. μηδεὶς ἄδικος ὑμᾶς, ὦ σύμβουλοι, κινείτω φθόνος. ἑαυτοὺς τοῖς τῆς πολιτείας καλοῖς συνδιανείματε. εἷς ὑμῖν ξῆλος ἔστω καὶ πόθος ἡ περὶ τὴν πόλιν ὁμόνοια. εἰ τὴν ἐμὴν τύχην ἀεὶ λογίζεσθε, λυσιτελέστερον οἶδ᾿ ὅτι βουλεύσεσθε.