φθόνε καὶ δαῖμον καὶ βασκανία καὶ τύχη πονηρά, σὺν ἐμοὶ τὴν πόλιν ἐκλείπετε καὶ δεινῆς ἀπαλλάττετε τὴν ἐνεγκοῦσαν στάσεως. κατὰ μηδενὸς ἔτι τῶν πολιτῶν χορεύοντες ἀρκέσθητε τῇ κατ᾿ ἐμοῦ τρυφῇ. ἱκανὸν τοῦθ᾿ ὑμῖν καθ᾿ ἑνὸς δημοτικοῦ νεανιεύσασθαι. ἰδού, προλείπω τὴν πόλιν, ἰδού, τῶν κοινῶν ἀπαλλάττμαι. μηδεὶς ἔτι μοι τῆς αὐτῆς ἀπολαύσαι τύχης, ὦ πατρῷοι θεοί.