φθόνε καὶ δαῖμον καὶ βασκανία καὶ τύχη πονηρά, σὺν ἐμοὶ τὴν πόλιν ἐκλείπετε καὶ δεινῆς ἀπαλλάττετε τὴν ἐνεγκοῦσαν στάσεως. κατὰ μηδενὸς ἔτι τῶν πολιτῶν χορεύοντες ἀρκέσθητε τῇ κατ᾿ ἐμοῦ τρυφῇ. ἱκανὸν τοῦθ᾿ ὑμῖν καθ᾿ ἑνὸς δημοτικοῦ νεανιεύσασθαι. ἰδού, προλείπω τὴν πόλιν, ἰδού, τῶν κοινῶν ἀπαλλάττμαι. μηδεὶς ἔτι μοι τῆς αὐτῆς ἀπολαύσαι τύχης, ὦ πατρῷοι θεοί. 27. Ἐβουλόμην καὶ τοῖς στρατηγοῖς διαλεχθῆναι καὶ ῥήτορσι καὶ παρόντων ὑμῶν ὀλίγα τινὰ πρὸς αὐτοὺς ἀποκρίνασθαι. μηδεὶς ἄδικος ὑμᾶς, ὦ σύμβουλοι, κινείτω φθόνος. ἑαυτοὺς τοῖς τῆς πολιτείας καλοῖς συνδιανείματε. εἷς ὑμῖν ξῆλος ἔστω καὶ πόθος ἡ περὶ τὴν πόλιν ὁμόνοια. εἰ τὴν ἐμὴν τύχην ἀεὶ λογίζεσθε, λυσιτελέστερον οἶδ᾿ ὅτι βουλεύσεσθε.