24. Ἀλλὰ μέχρι τίνος ἡμῖν ἐπεμβαίνεις, ἄνθρωπε; σπεῖσαί μοι δυστυχοῦντι παρὰ τὸ προσῆκον, συγχώ- ρησόν μοι τὴν ἐμὴν ὀδύρεσθαι τύχην. τί μου τῇ φυγῇ βασκαίνεις; τί δέ με κωλύεις τῆς ἐπ’ ἐρημίας ὁδοῦ; ἐλεεινός εἰμι, οἴκτων, οὐ βασκανίας ἄξιος. εἰ τοῖς ἡμε- τέροις κακοῖς ἐπεμβαίνειν ἔγνωκας, εἰ τὴν ἡμετέραν συμφορὰν κέρδος νενόμικας, δύναμαί σοι ζῶν ἡδονὴν μᾶλλον προξενῆσαι καὶ γέλωτα. ὁρᾷς; ἂν ἀποθάνω, λήθῃ παραδώσεις τὴν κατ’ ἐμοῦ γραφήν· ἂν οἰκῶ τὴν πόλιν τὴν ἀτιμίαν ἔχων, τάχα πού σε καὶ λυπήσω μόνον φανείς· ἂν δὲ τὴν ἐρημίαν, δύνασαί μου καθ’ ἑκάστην ἀκούων τὴν πλάνην ἥδεσθαι, ὥσθ’ ὅσον ἐγὼ τῇ φυγῇ δυστυχέστερος, τοσοῦτον σὺ γενήσῃ τοῖς ἀλ- λοτρίοις ἀμείνων κακοῖς.