ἄνελε τοίνυν καὶ τοὺς περὶ τούτων νό- μους. τί γὰρ ἔτι κέρδος τῇ πόλει ἔσονται οὐκέτι ὄντος τοῦ πταίσοντος; ἀλλ’ οὐχ οὕτω ταῦτα πέφυκεν, ἀλλὰ φύσει καὶ τύχῃ διώρισται. οὐ γὰρ τῇ τῶν τιμωριῶν ὑπερβολῇ οὐδὲ τῇ τῶν νόμων ἀπειλῇ κακουργεῖν οἱ πλείους ἀπέχονται, ἀλλὰ τῷ προαιρεῖσθαι σωφρονεῖν καὶ βούλεσθαι.