20. Ἵνα δέ σοι καὶ πρὸς τοῦτον ἀπαντήσω τὸν λόγον ὡς οὐδὲ πονηροὶ δι’ ἐμὲ πλείους γενήσονται, οὕτω λογίζου καὶ ὅρα. τοὺς ἀνδροφόνους κολάζομεν καὶ πολλοὺς ἐπὶ φόνοις ἁλόντας ἡ πόλις ἀνῄρηκεν. ἆρ’ οὖν οὐκέτι φόνοι γενήσονται οὐδὲ κατ’ ἀνδροφό- νων ἔσται γραφή, ὅτι πολλοὺς ἁλόντας ἀνῃρήκαμεν; πικροτάταις καὶ τοὺς μοιχοὺς ἀμυνόμεθα τιμωρίαις, ἀλλ’ οὐδὲ ταῦτα πρὸς σωφροσύνην ἀρκέσει τοῖς ὔστε- ρον. εἰσὶν οἱ κατὰ τῶν ἱεροσύλων ὡρισμένοι κίνδυνοι. πῶς οὖν ἱεροσυλοῦντες συνεχῶς τινες ἁλίσκονται;