17. Ἀλλ’ ἐροῦσιν ἕτερον εὐθὺς κατασκευάσαντες λόγον ὧς πολλοὺς τῶν ἐνοικούντων πονηροὺς γενέσθαι προξενήσομεν, εἰ ταῦτα τούτῳ χαρι- RIV 509 σόμεθα. ὢ παραδόξου λόγου καὶ | πονηρᾶς ἐπι- νοίας κατ’ ἐμοῦ πάλιν καὶ τέχνης καὶ σοφίσματος, ἄνθρωπε. μὴ γὰρ δωρεὰν αἰτῶ μετὰ τὴν κατάγνωσιν, μὴ γὰρ πανηγύρεως μετέχειν ἀξιῶ μετὰ τὸν ἔλεγχον, ἵνα καὶ πολλοὺς πονηροὺς εἶναι συμβήσεται; τιμωρίαν, οὐ δωρεὰν αἰτῶ, φυγήν, οὐ πανήγυριν.