ἵνα δέ σε μετὰ ἀκριβείας πιστώσωμαι, αὐτό σοι τοῦ νομοθέτου γυμνώσω τὸ βούλημα. εἰδὼς γὰρ ὅτι πολιτείᾳ νομοθετεῖ παρ’ ᾗ πλείους δικάζουσι τὰς πλείους ψήφους κρατεῖν προσ- ἔταξεν. ᾔδει γὰρ ἀκριβῶς ὅτι τῇ φύσει διαλλάττουσι πάντες ἁπλῶς οἱ δικάζοντες καὶ ὁ μὲν τὴν γνώμην ἀπάνθρωπος, ὁ δὲ ἑτέρου μᾶλλον χρηστότερος, καὶ ὁ RIV 508 Ι μὲν ἀδικίᾳ προσφιλής, ὁ δὲ δικαιοσύνῃ σύν- τροφος, καὶ τῷ μὲν ὕβρις δοκεῖ τῶν ἐν τῷ βίῳ τὸ χαλεπώτατον, τῷ δὲ κυβεία καὶ μέθη, ἄλλος καθ’ ἱερο- σύλων ἄσπονδος, ἕτερος πολέμιος τοῖς κατὰ τῶν τετε- λευτηκότων χεῖρας ἐπιβάλλουσι, καὶ ἄλλος πρὸς ἄλλο τι τῶν ἀδικημάτων παροξύνεται πλέον, τὸν μὲν ἐλύ- πησεν ἄδικος φόνος, τὸν δέ, εἴ τις τοὺς γεγεννηκότας κακῶς διέθηκε.