ἵνα δέ σε μετὰ ἀκριβείας πιστώσωμαι, αὐτό σοι τοῦ νομοθέτου γυμνώσω τὸ βούλημα. εἰδὼς γὰρ ὅτι πολιτείᾳ νομοθετεῖ παρ’ ᾗ πλείους δικάζουσι τὰς πλείους ψήφους κρατεῖν προσ- ἔταξεν. ᾔδει γὰρ ἀκριβῶς ὅτι τῇ φύσει διαλλάττουσι πάντες ἁπλῶς οἱ δικάζοντες καὶ ὁ μὲν τὴν γνώμην ἀπάνθρωπος, ὁ δὲ ἑτέρου μᾶλλον χρηστότερος, καὶ ὁ RIV 508 Ι μὲν ἀδικίᾳ προσφιλής, ὁ δὲ δικαιοσύνῃ σύν- τροφος, καὶ τῷ μὲν ὕβρις δοκεῖ τῶν ἐν τῷ βίῳ τὸ χαλεπώτατον, τῷ δὲ κυβεία καὶ μέθη, ἄλλος καθ’ ἱερο- σύλων ἄσπονδος, ἕτερος πολέμιος τοῖς κατὰ τῶν τετε- λευτηκότων χεῖρας ἐπιβάλλουσι, καὶ ἄλλος πρὸς ἄλλο τι τῶν ἀδικημάτων παροξύνεται πλέον, τὸν μὲν ἐλύ- πησεν ἄδικος φόνος, τὸν δέ, εἴ τις τοὺς γεγεννηκότας κακῶς διέθηκε. φύσει γὰρ οἱ ἄνθρωποι καὶ μᾶλλον 7 γνώμη νομοθέτου M rubr 1 ἐπιθυμῇς Va sed η in ras m2 2 οἱ om Ma 4 ἂν inserui ante ἀντέδωκας, post Ath om reliqui libri edd inseren- dum vidit Gasda | τῶν δικαστῶν ἀντέδωκας Β 6 τὸν inserui e MAthMaClBVa om Ρ edd Ι νόμου Re | colon post δίδως Mor Ι σοι Ath 7 πιστώσωμαι scripsi e PAthMaClBVa πιστώσομαι Μ edd I πιστώσω Ma 9 δικάζουσι Ma sed δι in ras m2 | κρατεῖν ψήφους AthMaClB Ι ἐπέταξεν MaB 10 τῇ om MaCl | διαλλάττουσιν Cl 12 καὶ om Μ 13 δικαιοσύνης MaCl 15 χαλεπώτατον scripsi ut coni Re χαλεπώτερον libri edd 18 πλέον παρώξυνται AthMa sed in hoc πε ante παρ inser m2, ClB 20 οἱ om AthMaCl Ι πάντων μάλιστα coni Gasda πάντων οἱ δικάζοντες πρὸς πάντα μὲν ἀεὶ τὰ δυσχερῆ χαλεπαίνουσι, πλέον δὲ ἃ πονηρά τις ὄντως ὑπείληφε. διὰ τοῦτο πολλοὶ μὲν ἀνδροφόνους ἴσωσαν ἐπ’ ἀδί- κοις φόνοις ἡδόμενοι, πολλοὶ δὲ καὶ κατὰ τούτων ἀπάνθρωπον ψῆφον ἐξήνεγκαν φόνου μισοῦντες καὶ πρόσρημα. ἄλλοι τὸν πλεονέκτην ἀφῆκαν ὡς οὐδὲν ἀδικήσαντα τῇ τῆς πλεονεξίας ἡδονῇ καὶ αὐτοὶ κατε- χόμενοι. κἂν τὸν ὑβριστὴν ἴδῃς μετὰ τὴν δίκην ἀνεύ- θυνον, νόμισον ὕβρει χαίρειν τοὺς δικάζοντας. καίτοι γε πολλοὶ μισεῖν οὕτως ὕβριν ἐγνώκασιν ὧς καὶ τὸν μικρόν τι λοιδορησάμενον πυρὶ παραδοῦναι καὶ μάστιξι.