11. Ἀλλ’, ἐρεῖ τις, παρελθὼν παρὰ τὸν νόμον ἀξιοῖς. I τῶν γὰρ τὴν φυγὴν κατεγνωκότων RIV 507 πλείους οἱ λειπόμενοι. καταρίθμει τὰς γνώμας, μὴ τοὺς δικάζοντας, ἄνθρωπε, καί μοι τὰς ψήφους ὅρα ἀφεὶς ἐξ ἡμισείας μερίζειν τοὺς κατεγνωκότας. τί γνώ- μας εἰς δύο μερίζεις πλείονας; τί δὲ καταλέγεις ἡμῖν τῶν δικαστῶν τοὺς τέσσαρας ἀπεσχισμένους τοῖς βου- λήμασι; μέριζε κατ’ ἄνδρα τὴν βούλησιν καὶ τοὺς τὴν φυγὴν κατεγνωκότας εὑρήσεις πλείονας.